3
φέρε δὴ καὶ τἄλλα σκεψώμεθα, πότερον ὀρθῶς εἴρηκεν ἢ δι’ ἀλαζονείαν. οὐκοῦν οἱ ἀνόητοι πάντες καταφρονοῦσι τῶν ἀδόξων ἀνθρώπων καὶ οὐδὲν προσέχουσι τούτοις, οὐδ’ ἂν τύχωσι τὰ ἄριστα συμβουλεύοντες· οὓς δ’ ἂν ἴδωσι τιμωμένους ὑπὸ τοῦ πλήθους ἢ τῶν μέγιστα δυναμένων, οὐκ ἀπαξιοῦσι πείθεσθαι αὐτοῖς. ἑνὸς μὲν οὖν τούτου χάριν ὁ Νέστωρ συνίστησιν αὑτόν, ὅτι πολλοὺς καὶ δυνατοὺς πρότερον ἠδυνήθη πεῖσαι καὶ ὅτι ἐκεῖνοι κατὰ τὴν αὐτῶν ἀφροσύνην καὶ ἀναισθησίαν ἀπειθήσουσιν, ἂν ἀπειθῶσιν, οὐχ ὡς ἀδυνάτου ὄντος αὐτοῦ συμβουλεῦσαι περὶ τῶν μεγίστων.
4
ὥσπερ οὖν εἰ λοιδορῶν αὑτὸν καὶ λέγων ὅτι μηδέποτε μηδεὶς ἠξίωσεν αὐτῷ συμβουλεύσασθαι περὶ μηδενὸς ἔμελλε προτρέπειν τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα πείθεσθαι τοῖς λόγοις, οὐκ ἂν ὤκνησε λοιδορεῖν· οὕτως εἰ τὸν ἔπαινον ᾤετο παρορμήσειν πρὸς τοῦτο, εἰκότως ἐπῄνει. ἢ οὐκ ἀνοήτου ἀνθρώπου ἐστὶν αἰσχύνεσθαι αὑτὸν ἐπαινεῖν μέλλοντα τὰ μέγιστα ὀνήσειν; ὥσπερ οἶμαι καὶ τοὐναντίον σεμνύνεσθαι καὶ λέγειν ὑπὲρ αὑτοῦ πολλάκις, εἰ κίνδυνός τις ἢ βλάβη προσείη.
5
καθάπερ οὖν ὅταν ἰατρὸς βουλόμενος τεμεῖν τινα ἢ καῦσαι παρασχεῖν αὑτὸν ἢ πιεῖν φάρμακον ἀηδές, δειλὸν εἰδὼς τὸν ἄνθρωπον καὶ ἀνόητον, ἑτέρων μνημονεύῃ τῶν ὑφ’ αὑτοῦ σωθέντων διὰ τὸ πεισθέντας ὑπομεῖναι τὴν θεραπείαν, οὐδείς φησιν ἀλαζονεύεσθαι τὸν ταῦτα λέγοντα· δοκεῖ μοι δικαίως ἂν μηδὲ ὁ Νέστωρ αἰτίαν ἔχειν ἀλαζονείας.
6
ἓν μὲν δὴ τοῦτο ὑπῆρχεν ὄφελος ἐκ τῶν λόγων· ἕτερον δέ· καὶ τὸν Ἀγαμέμνονα καὶ τὸν Ἀχιλλέα ἠπίστατο οὐκ ἄλλως ἁμαρτάνοντας ἢ δι’ ὕβριν· ὑβρίζειν δὲ ἡγεῖτο τοὺς ἀνθρώπους τότε μάλιστα σχεδόν, ἐπειδὰν καταφρονῶσι τῶν ἄλλων καὶ νομίζωσι πολὺ χείρους αὑτῶν, ἐπαιρόμενοι διὰ δόξαν ἢ δύναμιν, ᾗ καὶ τὸν Ἀχιλλέα καὶ τὸν Ἀγαμέμνονα ἐγίγνωσκε διὰ τοῦτο ἐπαιρομένους καὶ στασιάζοντας ὑπὸ μεγαλαυχίας ἑκάτερον. ὁ μὲν γὰρ ᾤετο, Πηλέως καὶ Θέτιδος υἱὸς ὢν καὶ τῶν τότε ἀνθρώπων διαφέρων ἐν τῷ μάχεσθαι, προσήκειν αὑτῷ μηδενὸς ἁπλῶς ὑπακούειν μηδὲ κρείττονα νομίζειν αὑτοῦ μηδένα· τῷ δὲ Ἀγαμέμνονι τῆς ὕβρεως αἴτιον ὑπῆρχεν ἡ δύναμις ἡ τῆς βασιλείας καὶ τὸ μόνον ἄρχειν τῶν Ἑλλήνων πάντων.