(42)ΦΙΛΟΚΤΗΤΗΣ
1
ʽὈδυσσεύσ̓. Φοβοῦμαι μήποτε μάτην κατ’ ἐμοῦ φανῶσι ταύτην οἱ σύμμαχοι τὴν δόξαν εἰληφότες ὡς ἀρίστου δὴ καὶ σοφωτάτου τῶν Ἑλλήνων. καίτοι ποία τις ἡ τοιαύτη σοφία καὶ φρόνησις, δι’ ἥν τις ἀναγκάζεται πλείω τῶν ἄλλων πονεῖν ὑπὲρ τῆς κοινῆς σωτηρίας καὶ νίκης, ἐξὸν ἕνα τοῦ πλήθους δοκοῦντα μηδενὸς ἔλαττον ἐν τούτοις ἔχειν τῶν ἀρίστων; ἀλλὰ γὰρ ἴσως χαλεπὸν εὑρεῖν οὕτω μεγαλόφρον καὶ φιλότιμον ὁτιοῦν ὡς ἀνὴρ πέφυκεν. τοὺς γὰρ φανεροὺς καὶ πλειόνων ἅπτεσθαι τολμῶντας σχεδὸν τούτους ἅπαντες θαυμάζομεν καὶ τῷ ὄντι ἄνδρας ἡγούμεθα.
2
ὑφ’ ἧς φιλοτιμίας κἀγὼ προάγομαι πλεῖστα πράγματα ἔχειν καὶ ζῆν ἐπιπόνως παρ’ ὁντινοῦν, ἀεί τινα ποοσδεχόμενος καινὸν κίνδυνον, ὀκνῶν διαφθεῖραι τὴν ἐπὶ τοῖς ἔμπροσθεν γεγονόσιν εὔκλειαν. νῦν οὖν κατὰ πρᾶξιν πάνυ ἐπισφαλῆ καὶ χαλεπὴν δεῦρο ἐλήλυθα εἰς Λῆμνον, ὅπως Φιλοκτήτην καὶ τὰ Ἡρακλέους τόξα κομίζοιμι τοῖς συμμάχοις. ὁ γὰρ δὴ μαντικώτατος Φρυγῶν Ἕλενος ὁ Πριάμου κατεμήνυσεν, ὡς ἔτυχεν αἰχμάλωτος ληφθείς, ἄνευ τούτων μήποτ’ ἂν ἁλῶναι τὴν πόλιν.
3
πρὸς μὲν δὴ τοὺς βασιλέας οὐχ ὡμολόγησα τὴν πρᾶξιν, ἐπιστάμενος τὴν τοῦ ἀνδρὸς ἔχθραν, ᾧ γε αὐτὸς αἴτιος ἐγενόμην καταλειφθῆναι, ὅτε δηχθεὶς ἔτυχεν ὑπὸ χαλεπῆς καὶ ἀνιάτου ἐχίδνης. οὐκ ἂν οὖν ᾤμην οὐδὲ πειθὼ τοιαύτην ἐξευρεῖν, ὑφ’ ἧς ἄν ποτε ἐκεῖνος ἐμοὶ πρᾴως ἔσχεν· ἀλλ’ εὐθὺς ἀποθανεῖσθαι ᾤμην ὑπ’ αὐτοῦ. ὕστερον δέ, τῆς Ἀθηνᾶς μοι παρακελευσαμένης καθ’ ὕπνους, ὥσπερ εἴωθε, θαρροῦντα ἐπὶ τὸν ἄνδρα ἰέναι· αὐτὴ γὰρ ἀλλάξειν μου τὸ εἶδος καὶ τὴν φωνήν, ὥστε λαθεῖν αὐτῷ ξυγγενόμενον· οὕτω δὴ ἀφῖγμαι θαρρήσας.
4
πυνθάνομαι δὲ καὶ παρὰ τῶν Φρυγῶν πρέσβεις ἀπεστάλθαι κρύφα, ἐάν πως δύνωνται τὸν Φιλοκτήτην πείσαντες δώροις ἅμα καὶ διὰ τὴν ἔχθραν τὴν πρὸς ἡμᾶς ἀναλαβεῖν εἰς τὴν πόλιν αὐτὸν καὶ τὰ τόξα. τοιούτου προκειμένου ἄθλου πῶς οὐ πάντα χρὴ ἄνδρα γίγνεσθαι πρόθυμον; ὡς διαμαρτάνοντι τῆς πράξεως ταύτης πάντα τὰ πρότερον εἰργασμένα μάτην πεπονῆσθαι ἔοικεν.