5
παπαῖ· πρόσεισιν ὁ ἀνήρ. αὐτὸς ὅδε ὁ Ποίαντος παῖς, οὐκ ἄδηλος τῇ ξυμφορᾷ, μόλις καὶ χαλεπῶς προβαίνων. ὢ τοῦ χαλεποῦ καὶ δεινοῦ ὁράματος· οὕτως τό τε γὰρ εἶδος ὑπὸ τῆς νόσου φοβερὸν ἥ τε στολὴ ἀήθης· δοραὶ θηρίων καλύπτουσιν αὐτόν. ἀλλὰ σὺ ἄμυνον, ὦ δεσποινα Ἀθηνᾶ, καὶ μὴ μάτην φανῇς ἡμῖν ὑποσχομένη τὴν σωτηρίαν. (Φιλοκτήτης.)
6
Τί δὴ βουλόμενος, ὅστις εἶ ποτε σύ, ἢ τίνα τόλμαν λαβών, πότερον ἁρπαγῆς χάριν ἥκεις ἐπὶ τήνδε τὴν ἄπορον στέγην ἢ κατάσκοπος τῆς ἡμετέρας δυστυχίας; — Ο. Οὔ τοί γε ὁρᾷς ἄνδρα ὑβριστήν. — Ο. Οὐ μὴν εἰωθώς γε πρότερον δεῦρο ἥκεις. — Ο. Οὐ γὰρ εἰωθώς· εἴη δὲ καὶ νῦν ἐν καιρῷ ἀφῖχθαι. — Φ. Πολλὴν ἔοικας φράζειν ἀλογίαν τῆς δεῦρο ὁδοῦ. — Ο. Εὖ τοίνυν ἴσθι οὐ χωρὶς αἰτίας με ἥκοντα καὶ σοί γε οὐκ ἀλλότριον φανησόμενον. —
7
Φ. Πόθεν δή; τοῦτο γὰρ πρῶτον εἰκός με εἰδέναι. — Ο. Ἀλλ̓ εἰμὶ Ἀργεῖος τῶν ἐπὶ Τροίαν πλευσάντων. — Φ. Πόθεν; εἰπὲ πάλιν, ὡς εἰδῶ σαφέστερον. — Ο. Οὐκοῦν ἔτι δεύτερον ἀκούεις· τῶν ἐπ’ Ἴλιον στρατευσάντων Ἀχαιῶν εἶναί φημι. — Φ. Καλῶς δῆτα ἔφησθα ἐμὸς εἶναι φίλος, ὁπότε γε τῶν ἐμοὶ πολεμιωτάτων Ἀργείων πέφηνας. τούτων δὴ τῆς ἀδικίας αὐτίκα μάλα ὑφέξεις δίκην. — Ο. Ἀλλ’ ὢ πρὸς θεῶν ἐπίσχες ἀφεῖναι τὸ βέλος. — Φ. Οὐ δυνατόν, εἴπερ Ἕλλην ὢν τυγχάνεις, τὸ μὴ ἀπολωλέναι σε ἐν τῇδε τῇ ἡμέρᾳ. —
8
Ο. Ἀλλὰ πέπονθά γε ὑπ’ αὐτῶν τοιαῦτα, ἐξ ὧν δικαίως σοὶ μὲν ἂν φίλος εἴην, ἐκείνων δὲ ἐχθρός. — Φ. Καὶ τί δὴ τοῦτό ἐστιν, ὃ πέπονθας οὕτως χαλεπόν; — Ο. Φυγάδα με ἤλασεν Ὀδυσσεὺς ἐκ τοῦ στρατοῦ. — Φ. Τί δὲ ἔδρας, ἐφ’ ὅτῳ τῆσδε τῆς δίκης ἔτυχες; — Ο. Οἶμαί σε γιγνώσκειν τὸν Ναυπλίου παῖδα Παλαμήδην. — Φ. Οὐ γὰρ δὴ τῶν ἐπιτυχόντων οὐδὲ ὀλίγου ἄξιος συνέπλει οὔτε τῷ στρατῷ οὔτε τοῖς ἡγεμόσιν. — Ο. Τὸν δὴ τοιοῦτον ἄνδρα ὁ κοινὸς τῶν Ἑλλήνων λυμεὼν διέφθειρεν. — Φ. Πότερον ἐκ τοῦ φανεροῦ μάχῃ κρατήσας ἢ μετὰ δόλου τινός; — Ο. Προδοσίαν ἐπενεγκὼν τοῦ στρατοῦ τοῖς Πριαμίδαις. — Φ. Ἦν δὲ κατ̓ ἀλήθειαν οὕτως ἔχον ἢ πέπονθε κατεψευσμένος; — Ο. Πῶς δ᾽ ἂν δικαίως γένοιτο τῶν ὑπ’ ἐκείνου γιγνομένων ὁτιοῦν; —