1
Δ. Ἐπεὶ τυγχάνεις οὐ φαύλως ἐπαινοῦσα Ὅμηρον οὐδὲ ὥσπερ οἱ πολλοὶ πιστεύουσα τῇ δόξῃ προσποιῇ θαυμάζειν· ὃ δὲ δεινότατός ἐστιν, ᾔσθησαι τοῦ ποιητοῦ, τὴν περὶ τὰ πάθη τῶν ἀνθρώπων ἐμπειρίαν· τἄλλα μὲν ἐάσωμεν, εἰ ἐθέλεις, τὰ νῦν, τὰ τῶν βασιλέων καὶ στρατηγῶν, περὶ δὲ μιᾶς γυναικὸς σκεψώμεθα τῶν αἰχμαλώτων, ὁποίαν τινὰ πεποίηκε τὴν θυγατέρα τοῦ ἱερέως, ἧς εὐθὺς ἐμνήσθη κατ’ ἀρχὰς τῆς ποιήσεως. ὁ μὲν γὰρ Ἀγαμέμνων οὐ μόνον τὸ εἶδος, ἀλλὰ καὶ τὸν τρόπον ἐπαινεῖν ἔοικε τῆς παιδίσκης. λέγει γὰρ ὡς οὐδὲν εἴη τὰς φρένας χείρων τῆς αὐτοῦ γυναικός· δῆλον δὲ ὡς ἐκείνην οἰόμενος νοῦν ἔχειν. —
2
Τί δὲ; οὐκ ἄλλως τοῦτο εἴρηκε διὰ τὸν ἔρωτα ἀπατώμενος; — Δ. Ἰδεῖν ἄξιον· καίτοι χαλεπώτατον πείθειν τοὺς ἐρῶντας. καὶ γὰρ ὑπονοοῦσιν οἱ πολλοὶ καὶ ὀργίζονται ῥᾳδίως, καὶ οὐδέποτέ φασιν ἀγαπᾶσθαι κατ’ ἀξίαν ὑπὸ τῶν ἐρωμένων, ἄλλως τε ὅταν ὦσι κρείττους τοσοῦτον καὶ συνόντες μετ’ ἐξουσίας. — Ταῦτα δέ φημι συμβαίνειν τοῖς φαύλοις ἐρασταῖς. — Δ. Εἴτε οὖν σπουδαῖος ἦν ὁ Ἀγαμέμνων, ὀρθῶς ἐγίγνωσκε περὶ αὐτῆς, εἴτε τοῖς πολλοῖς ὅμοιος, οὐ ῥᾴδιον φαύλην οὖσαν ἀρέσαι τὸν τοιοῦτον, ὥστε ἀγαθὴν ὑπολαβεῖν.
3
φέρε δὴ καὶ τἄλλα ἴδωμεν. — Καὶ τίνα ἄλλην ἀπόδειξιν ἔχεις παρά γε Ὁμήρῳ τοῦ τρόπου τῆς γυναικός; οὐδὲν γοῦν πεποίηκεν αὐτὴν πράττουσαν ἢ λέγουσαν, ἀλλὰ σιγῇ τῷ πατρὶ διδομένην. — Δ. Τί γάρ; ἐκ τῶν γενομένων περὶ αὐτὴν οὐκ ἄν τις συμβάλοι τὴν διάνοιαν μὴ πάνυ ἁπλῶς μηδὲ εὐήθως σκοπῶν; — Ἴσως. — πότερον οὖν οἰώμεθα τὸν Χρύσην ἀκούσης τῆς θυγατρὸς εἰς τὸ στρατόπεδον ἐλθεῖν μετὰ λύτρων ἅμα τὰ στέμματα κομίζοντα τοῦ θεοῦ καὶ τὸ πλῆθος ἱκετεύειν καὶ τοὺς βασιλέας ἀφιέναι αὐτήν, ἢ τοὐναντίον ἐκείνης δεομένης τοῦ πατρός, εἴ τι δύναιτο, βοηθεῖν;
4
εἰ γὰρ ἔστεργε τοῖς παροῦσιν ἡ Χρυσηὶς καὶ τῷ Ἀγαμέμνονι συνεῖναι ἠβούλετο, οὐδέποτ’ ἂν εἵλετο Χρύσης ἅμα τὴν θυγατέρα λυπῶν τῷ βασιλεῖ ἀπεχθάνεσθαι, οὐκ ἀγνοῶν ὅπως εἶχε πρὸς αὐτήν. τὸ γὰρ συνεῖναι τῷ βασιλεῖ τὴν Χρυσηίδα στεργομένην οὐχ ἧττον τῷ Χρύσῃ συνέφερεν. καὶ γὰρ ἡ χώρα καὶ τὸ ἱερὸν καὶ αὐτὸς ὑπὸ τοῖς Ἀχαιοῖς ἐγεγόνει, κακεῖνος ἦν αὐτῶν κύριος.