110
καὶ τοίνυν ἡδὺ μὲν χαρίζεσθαι τοῖς ἐλευθέροις, ἀφθόνων ὄντων, ἡδὺ δὲ λαμβάνειν δῶρα, δικαίως λαμβάνοντα καὶ διʼ ἀρετήν· ὁ τοίνυν τοῖς φίλοις χαριζόμενος ἥδεται ἅμα μὲν ὡς διδούς, ἅμα δὲ ὡς αὐτὸς κτώμενος. καὶ γὰρ δὴ παλαιός ἐστιν ὁ λόγος ὁ κοινὰ ἀποφαίνων τὰ τῶν φίλων. οὐκοῦν ἀγαθῶν παρόντων τοῖς ἀγαθοῖς οὐχ ἥκιστα ἂν εἴη ταῦτα κοινά.
111
ἐν μὲν οὖν τοῖς ἄλλοις οὐ πάντως ὑπερβάλλειν τοὺς ἰδιώτας ὁ τοιοῦτος βασιλεὺς βούλεται, πολλαχοῦ δὲ καὶ ἔλαττον ἐκείνων ἔχειν, οἷον σχολῆς, ῥᾳθυμίας, ἀνέσεως· ἐν μόνῃ δὲ φιλίᾳ βούλεται πλεονεκτεῖν.
128
οὐχ οὕτως δʼ ἡγεῖται μακάριον ὅτι ἔξεστι κεκτῆσθαι καλλίστους μὲνἵππους, κάλλιστα δὲ ὅπλα, καλλίστην δὲ ἐσθῆτα, καὶ τἄλλα ὁμοίως, ἀλλʼ ὅτι φίλους τοὺς καλλίστους, καὶ πολύ γε αἴσχιον φιλίας ἐνδεέστερον ἔχειν τῶν ἰδιωτῶν ἢ τούτων τινός.
129
ᾧ γὰρ ἐξ ἁπάντων ἀνθρώπων ἐκλέξασθαι τοὺς πιστοτάτους ὑπάρχει, καὶ σχεδὸν οὐδείς ἐστιν ὃς οὐκ ἂν ἄσμενος ὑπακούσειεν αὐτῷ βουλομένῳχρῆσθαι, πῶς οὐ καταγέλαστον τοῦτον μὴ χρῆσθαι τοῖς σπουδαιοτάτοις; οἱ μὲν γὰρ πολλοὶ τῶν δυναστῶν τοὺς ὅπως δήποτε πλησίον γενομένους καὶ τοὺς κολακεύειν ἐθέλοντας, τούτους μόνους ὁρῶσι, τοὺς δὲ ἄλλους πάντας ἀπελαύνουσι, καὶ τούς γε βελτίστους ἔτι μᾶλλον.
130
ὁ δὲ ἐξ ἁπάντων ποιεῖται τὴν ἐκλογήν, ἄτοπον ἡγούμενοσΝισαίους μὲν ἵππους μεταπέμπεσθαι, ὅτι βελτίους εἰσὶ τῶν Θετταλῶν, καὶ κύνας Ἰνδικάς, ἀνθρώποις δὲ μόνοις χρῆσθαι τοῖς ἐγγύς. πάντα γὰρ ὑπάρχει τούτῳ, διʼ ὧν ἐστι φιλία κτητόν.
131
προσάγεται γὰρ εἰς εὔνοιαν τοὺς μὲν φιλοτίμους ἔπαινος, τοὺς δὲ ἡγεμονικοὺς τὸ ἀρχῆς μεταλαμβάνειν, τοὺς δὲ αὖ πολεμικοὺς τὸ πράττειν τι τῶν πολεμικῶν, τοὺς δὲ ἐπιμελεῖς τὸ πράγματα διοικεῖν·
132
τούς γε μὴν φιλοστόργους ἡ συνήθεια. τίς οὖν δύναται μᾶλλον ἄρχοντας ἀποδεικνύειν; τίς δὲ πλειόνων δεῖται τῶν ἐπιμελουμένων; τίς δὲ κύριος μειζόνων μεταδοῦναι πραγμάτων; τίνι δὲ μᾶλλον ἔξεστιν ἑτέρῳ πιστεύειν τὰ πρὸς πόλεμον; αἱ παρὰ τίνος δὲ τιμαὶ φανερώτεραι; ἡ παρὰ τίνι δὲ εὐδοξοτέρα τράπεζα; εἰ δὲ ὠνητὸν ὑπῆρχε φιλία, τίς εὐπορώτερος χρημάτων, ὥστε μηδένα ἔχειν τὸν ἀντιποιησόμενον;