4
ὁρᾶν δὲ χρὴ καὶ τὸ εὐμήχανον αὐτῆς. ἤδη γοῦν τις ἐκπεσὼν νεὼς ἐν πελάγει εὐπόρησε τοῦ ζῆν, ἐλθούσης τύχης. ἄξιον δὲ εἰπεῖν καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης Ἀπελλῇ τῷ ζωγράφῳ. ὡς γὰρ λόγος, ἵππον οὐχὶ ἐξ ἐργασίας, ἀλλὰ ἐκ πολέμου ἐποίει. ὑψηλὸς ἦν τῷ αὐχένι καὶ ἐπανεστὼς καὶ τὰ ὦτα ὄρθιος καὶ δριμὺς τὰς ὄψεις, ὡς ἐκ πολέμου παρών, τὸν ἐκ τοῦ δρόμου θυμὸν ἐν ταῖς ὄψεσιν ἔχων, οἱ δὲ πόδες ὑπεφέροντο ἐν τῷ ἀέρι, μικρὰ ψαύοντες ἀνὰ μέρος τῆς γῆς. καὶ ὁ ἡνίοχος ἐκράτει τοῦ χαλινοῦ, τὸ πολεμικὸν σάλευμα τοῦ ἵππου ἀπὸ ῥυτῆρος ἄγων.
5
ἅπαντα δὲ ἐχούσης τῆς εἰκόνος ἐοικότα ἔλειπεν ἀφροῦ χρῶμα, οἷον ἂν γένοιτο μιγέντος αἵματος καὶ ὑγροῦ κατὰ συνεχῆ μῖξιν, διώκοντος μὲν τοῦ ἄσθματος τὸ ὑγρὸν τῶν στομάτων, ἀφρίζοντος δὲ τῇ κοπῇ τοῦ πνεύματος, αἷμα δὲ ἐπιρραινούσης τῷ ἀφρῷ τῆς ἐκ τοῦ χαλινοῦ ὕβρεως. οὐ δὴ εὐπόρει γράφειν ἵππου ἀφρὸν κεκμηκότος ἐν ἀγῶνι. ἀπορῶν δὲ ἐπὶ πλέον, τέλος ἀπαλγήσας ἐνέσεισε περὶ τοὺς χαλινοὺς τῇ γραφῇ τὴν σπογγιάν. πολλὰ δὲ αὕτη ἔχουσα χρώματα ἐοικότα ἀφρῷ ᾑμαγμένῳ ἐφήρμοσε τῇ γραφῇ τὸ χρῶμα. Ἀπελλῆς δὲ ἰδὼν ἐχάρη τῷ ἐν ἀπογνώσει τέχνης τύχης ἔργῳ καὶ ἐτέλεσεν οὐ διὰ τῆς τέχνης, ἀλλὰ διὰ τῆς τύχης τὴν γραφήν.
6
τί δὲ ἄλλο Ἡρακλέα μέγιστον εποίησεν; ἀλλὰ γὰρ καὶ λέοντα ἄγξας ἔπνιξε καὶ πτηνὰ ζῷα ἐδίωξε τοῦ ἀέρος, καὶ τοῦ ἕλους τὴν ὕδραν ἀφείλετο, συντρίψας αὐτῆς τὰς κεφαλάς, καὶ οὐκ ἐφόβησεν αὐτὸν ὁ περὶ τὸν Ἐρύμανθον κάπρος, ἀλλὰ καὶ ἐπὶ τὴν ἑσπέραν ἦλθε καὶ τοῦ ἐκεῖ φυτοῦ τὸν καρπὸν ἐκόμισε. Γηρυόνου δὲ τὰς βόας ἀφείλετο καλὰς οὔσας, καὶ Διομήδη τὸν Θρᾷκα ἐνουθέτησεν ἵπποις σῖτον διδόναι, μὴ ἀνθρώπους ἐσθίειν, τάς τε Ἀμαζόνας, ὅτι εἶεν γυναῖκες, ἤλεγξεν. ἅπαντα δὲ ταῦτα ἔπραττεν ἑπομένης αὐτῷ τύχης.