3
τρεῖς ἔθηκεν αὕτη τοῖς Κυπρίοις νόμους· τὴν μοιχευθεῖσαν κειραμένην πορνεύεσθαι· θυγάτηρ αὐτῆς ἐμοιχεύθη καὶ τὴν κόμην ἀπεκείρατο κατὰ τὸν νόμον καὶ ἐπορνεύετο. τὸν αὑτὸν ἀποκτείναντα ἄταφον ῥίπτεσθαι· δεύτερος οὗτος Δημωνάσσης νόμος· τρίτος ὥστε μὴ ἀποκτεῖναι βοῦν ἀρότριον. δυοῖν δὲ αὐτῇ παίδων ἀρρένων ὄντων, ὁ μὲν ἐπὶ τῷ βοῦν ἀποκτεῖναι ἀπέθανε· τὸν δὲ αὑτὸν ἀποκτείναντα οὐκ ἔθαψεν.
4
ἡ δὲ τέως μὲν ἐκαρτέρει καὶ ἄπαις οὖσα καὶ νομοθετοῦσα, ἰδοῦσα δὲ βοῦν ἐπὶ μόσχῳ ἀπολλυμένῳ μυκωμένην καὶ τὴν ἑαυτῆς ἐν ἄλλῳ συμφορὰν γνωρίσασα, τήξασα χαλκὸν εἰς αὐτὸν ἥλατο. καὶ ἦν ἐκεῖ πύργος ἀρχαῖος ἀνδριάντα χάλκεον ἔχων, χαλκῷ ἐντετηκότα καὶ πρὸς ἀσφάλειαν τοῦ ἱδρύματος καὶ πρὸς μίμημα τοῦ διηγήματος· ἐπιγραφὴ δὲ ἐπί τινος στήλης πλησίον, σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ’ οὐκ εὐτυχής.
5
φέρε οὖν μὴ ἐρήμην ἡ τύχη ἁλισκέσθω μηδὲ φοβώμεθα τὸν τῶν κατηγορούντων θόρυβον. ἴσως γὰρ ἄν τι ἡμῖν πρὸς τὸ εἰπεῖν εὖ καὶ αὐτὴ συλλάβοι. δοκοῦσιν οἱ τεχνῖται πρῶτον τῷ τρόπῳ τῆς κατασκευῆς τὴν δύναμιν αὐτῆς δεδηλωκέναι. πρῶτον μὲν γὰρ ἕστηκεν ἑτοίμη πρὸς τὰ ἔργα, εἶτα τῇ μὲν δεξιᾷ χειρὶ πηδάλιον κατέχει, καί, ὡς ἂν εἴποι τις, ναυτίλλεται. τί δὲ ἄρα τοῦτο ἦν; πότερον ὡς μάλιστα τῶν πλεόντων τῆς τύχης δεομένων, ἢ διότι τὸν βίον ἡμῶν ὥς τινα μεγάλην ναῦν κυβερνᾷ καὶ πάντας σῴζει τοὺς ἐμπλέοντας; Ἀσσυρίους μέχρι τῆς Σαρδαναπάλλου τρυφῆς, Μήδους μέχρι τῆς Κύρου τροφῆς, Πέρσας μέχρι τῆς διαβάσεως, Ἀθηναίους μέχρι τῆς ἁλώσεως, Κροῖσον μέχρι Σόλωνος;
6
ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ. ἡ τύχη γὰρ αὐτῷ τὸ μηδὲν παθεῖν παραποιησαμένη τὸ ἀγνοεῖν ἔδωκεν, ὅπερ ὅμοιον ἦν τῷ μὴ παθεῖν. εἶτα ἅμα τῆς εὐτυχίας ἐπαύσατο καὶ τοῦ γιγνώσκειν ἤρξατο. ἐγὼ δὲ καὶ τὴν ἐκείνου πήρωσιν εὐτυχίαν καλῶ. Τέλλος μὲν γὰρ βλεπέτω τοὺς παῖδας καὶ Κυδίππη καὶ Αἰόλος καὶ εἴ τις ἄλλος ἦν πατὴρ εὐτυχής· Οἰδίπους δὲ ἐκ τῆς πηρώσεως ἀναβλέψας αἰσχρὰ κερδανεῖ θεάματα.