7
τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν ἡ θεὸς καρποὺς ἑτοίμους κατέχει συνειλεγμένους, μηνύουσα τὸ πλῆθος τῶν ἀγαθῶν, ἅπερ αὐτὴ δίδωσιν. τοῦτο ἦν ἄρα καὶ χρυσοῦν γένος καὶ νῆσοι μακάρων τινές, αὐτομάτας ἔχουσαι τροφάς, καὶ Ἡρακλέους κέρας καὶ Κυκλώπων βίος. ὅτι τοῖς πονήσασι τὸν βίον ἐπὶ τῆς δεξιᾶς χειρὸς δεδήλωκεν, ὡς αὐτομάτη λοιπὸν ἡ τῶν ἀγαθῶν ἀφθονία παραγίγνεται. Τάνταλος δὲ ἄρα ἐπὶ γήρως ἀργὸς ἦν· διὰ τοῦτο ἄρα μέχρι τῶν χειλῶν ηὐδαιμόνει καὶ τοῖς ὀφθαλμοῖς μόνον ηὐτύχει· τὰ πάντα δὲ ἐκεῖνα ἁρπασθέντα οἴχεται καὶ λίμνη καὶ καρποὶ καὶ τροφὴ καὶ ποτὸν ὑπὸ τῆς τύχης, οὕτω γ’ ὡς ὑπὸ πνεύματος.
8
ὠνόμασται δὲ ἡ τύχη καὶ πολλοῖς τισιν ἐν ἀνθρώποις ὀνόμασι, τὸ μὲν ἴσον αὐτῆς νέμεσις, τὸ δὲ ἄδηλον ἐλπίς, τὸ δὲ ἀναγκαῖον μοῖρα, τὸ δὲ δίκαιον θέμις, πολυώνυμός τις ὡς ἀληθῶς θεὸς καὶ πολύτροπος. ταύτῃ ἐπέθεσαν καὶ γεωργοὶ Δήμητρος ὄνομα καὶ ποιμένες Πανὸς καὶ ναῦται Λευκοθέας καὶ κυβερνῆται Διοσκόρων. ῥεῖα δ’ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, ῥεῖα δέ τ’ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει.
9
τοῦτο ἄρα ἦν ὁ Ζεύς, ἡ τύχη κατέχων μὲν ἐπὶ τῆς δεξιᾶς τὸ ὅπλον, ἐπὶ δὲ τῆς ἀριστερᾶς τὸ σκῆπτρον, ὅτι τοῖς πολεμικοῖς τῶν ἀνθρώπων καὶ βασιλείαν δίδωσιν. εἶτα Εὐριπίδης τὸν ναύτην μέμφεται ἀωρὶ πόντου κύματ̓ εὐρέος περῶντα· καὶ διὰ τῶν ἑξῆς ἐπιτιμᾷ λέγων ὅτι ,σμικραῖς ἐπιτρέπουσιν αὑτοὺς ἐλπίσιν.
10
ὦ παῖ Μνησαρχίδου, ποιητὴς μὲν ἦσθα, σοφὸς δὲ οὐδαμῶς. οὔτε γὰρ πίττῃ τὴν ψυχὴν οὔτε σχοινίοις ἐπιτρέπουσιν οὔτε τριδάκτυλον αὐτοὺς σῴζει ξύλον πεύκινον, ἀλλ’ ἐπέτρεψαν βεβαίῳ καὶ μεγάλῳ πράγματι τῇ τύχῃ. ἀσθενὲς μὲν πλοῦτος, ἂν τύχη μὴ παρῇ, ἀβέβαιον δὲ φιλία, μὴ συλλαμβανούσης τύχης. αὕτη σῴζει καὶ τὸν νοσοῦντα ἐν τῷ τέλει καὶ τὸν νηχόμενον ἐν τῇ θαλάσσῃ καὶ τὸν Ἀγαμέμνονα ἐπὶ τῶν χιλίων νεῶν καὶ τὸν Ὀδυσσέα ἐπὶ τῆς σχεδίας φερόμενον.