18
Διογένης δὲ ὁ κύων ἀγροίκως καὶ τέλεον οὐ πολιτικῶς ηὔχει κατὰ τῆς τύχης, ὡς πολλὰ μὲν βέλη ἐφιείσης αὐτῷ ὡς σκοπῷ, τυχεῖν δὲ μὴ δυναμένης. οὐ φέρω θρασυνόμενον οὕτω φιλόσοφον. μὴ καταψεύδου τῆς τύχης· οὐ τοξεύει γάρ σε, ὅτι οὐ βούλεται· θελούσῃ δὲ τῇ τύχῃ πανταχοῦ ῥᾴδιον. καὶ τὰ μὲν σύντομα ἐκεῖνα οὐ λέγω, τὰ Λακωνικά, τοὺς δουλεύοντας Πέρσαις καὶ τὸν ἐν Κορίνθῳ Διονύσιον καὶ τὴν Σωκράτους καταδίκην καὶ τὴν Ξενοφῶντος φυγὴν καὶ τὸν Φερεκύδους θάνατον καὶ τὴν δυσδαιμονίαν τὴν Ἀναξάρχου· ἀλλ’ αὐτοῦ τούτου τοῦ χαλεποῦ σκοποῦ πόσοις ἔτυχε τοξεύμασιν; φυγάδα σε ἐποίησεν, εἰς Ἀθήνας ἤγαγεν, Ἀντισθένει προυξένησεν, εἰς Κρήτην ἐπώλησεν. εἰ δέ σοι τὸν τῦφον βακτηρία καὶ πήρα περιτίθησι καὶ λεπτὸς καὶ ἀφελὴς βίος, ἴσθι καὶ τούτων τῇ τύχῃ τὴν χάριν· κατὰ τύχην γὰρ φιλοσοφεῖς.
19
ἦν δὲ καὶ Τιμόθεος Ἀθηναίων στρατηγός, ὃς πάντα εὐτύχει καὶ σκωπτόμενος οὐκ ἠνείχετο, καί ποτέ τι καὶ κατὰ τῆς τύχης ἐθρασύνετο καὶ πάλιν δυστυχεῖν ἤρξατο. τίς ἄν ποτε ἤλπισεν Ἰνδῶν ἄρξειν κουρέα, Λυδῶν βασιλεύσειν ποιμένα, τῆς Ἀσίας ἡγεμονεύσειν γυναῖκα; ὅτι τὸν Ἡρακλέα ἀποκτενεῖ χιτὼν καὶ γυνή, ὅτι τὸν Ἀλέξανδρον δοῦλος καὶ κύλιξ; ἔχει γὰρ ἐν αὑτῇ πλεῖστον ἀεὶ τὸ βασιλικόν, καὶ τοὺς παρὰ φύσιν δ’ ἐπαιρομένους καθαιρεῖ. πολλὰ γοῦν Ἀλέξανδρος τολμηρὰ ἔπρασσεν.
20
οὐκ ἔφερεν υἱὸς Φιλίππου λεγόμενος, τοῦ Διὸς κατεψεύδετο, τῶν Διοσκόρων κατεφρόνει, τὸν Διόνυσον ἐλοιδόρει, καίτοι γε ἀφθόνως οὕτως αὐτοῦ τοῖς δώροις χρώμενος· ἀπέκτεινε δὲ καὶ Κλεῖτον τὸν σοφεν καὶ Φιλώταν τὸν καλὸν καὶ τὸν γέροντα Παρμενίωνα καὶ τὸν διδάσκαλον Καλλισθένην καὶ Αριστοτέλην ἐμέλλησε καὶ Ἀντίπατρον ἐβουλεύσατο. τοιγαροῦν ζῶντα αὐτὸν ὁμολογεῖν ἠνάγκασεν ὅτι ἄνθρωπος ἦν.