2
τῶν γὰρ πολλῶν ἕκαστος εὐφημεῖ τὴν τοιαύτην νόσον, λυσιτελεῖν ἡγούμενος αὑτῷ. καὶ δημοσίᾳ σχεδὸν αἱ πόλεις ἅπασαι δελέατα ἐξευρήκασι παντοῖα τοῖς ἀνοήτοις, στεφάνους καὶ προεδρίας καὶ κηρύγματα. τοιγαροῦν ἤδη τινὰς τούτων ἐπιθυμοῦντας ἀθλίους καὶ πένητας ἀπέδειξαν, οὐδὲν ὀρέγοντες μέγα οὐδὲ οὐδὲ θαυμαστόν, ἀλλ’ ἐνίους ἀπὸ θαλλοῦ περιάγοντες, ὥσπερ τὰ πρόβατα, ἢ στέφανόν τινα ἢ ταινίαν ἐπιβάλλοντες. οὐκοῦν ὁ τοιοῦτος, ἐξὸν αὐτῷ μυρίους, εἰ ἐθέλοι, στεφάνους προῖκα ἔχειν, οὐ μόνον ἐλαίας ἢ δρυός, ἀλλὰ καὶ κιττοῦ καὶ μυρρίνης, πολλάκις τὴν οἰκίαν ἀπέδοτο καὶ τὰ χωρία, καὶ μετὰ ταῦτα περιέρχεται πεινῶν καὶ φαῦλον τριβώνιον ἔχων. ἀλλὰ κηρύττεται, φησίν, ὑπὸ τῶν πολιτῶν.
3
ὥσπερ ἀπολωλὸς ἀνδράποδον. οὐκοῦν εἰκότως χρῶνται πρὸς τὰς χειροτονίας τῷ τῆς ἐλαίας θαλλῷ διὰ τὸ φύσει πικρὸν ὑπάρχειν. τοὺς δοξοκόπους ἐκβάλλουσιν ἐκ τῶν ἀγορῶν οἱ δῆμοι κραυγῇ καὶ ψόφῳ, καθάπερ οἶμαι τοὺς ψᾶρας οἱ γεωργοί. κἀκεῖνοι μὲν μεθίστανται πρὸς ὀλίγον· τοῖς δὲ οὐκ ἔστιν εἰς οὐδὲν ἔτι τῶν ἰδίων ἐπάνοδος, ἀλλὰ περιίασι μικρὸν ὕστερον πτωχοί, καὶ οὐδεὶς ἂν προσαγορεύσειεν ἰδὼν ἔτι τῶν πρότερον διαρρηγνυμένων.
4
τοσαύτη δ’ ἐστὶν ἡ τοῦ τύφου δύναμις ὥστε παρὰ μὲν τῶν βαφέων ἀγοράσεις δυοῖν μνῶν ἢ τριῶν καλὴν πορφύραν· δημοσίᾳ δ’ εἰ ἐθέλοις, πολλῶν πάνυ ταλάντων ὤνιος. καὶ τὰς μὲν ἐκ τῆς ἀγορᾶς ταινίας ὀλίγων δραχμῶν, τὰς δὲ ἐκ τῆς ἐκκλησίας πολλάκις ἁπάσης τῆς οὐσίας. καὶ τοὺς μὲν ἐπὶ τῆς ἀγορᾶς κηρυττομένους ἀθλίους πάντες νομίζουσι, τοὺς δ’ ἐν τῷ θεάτρῳ μακαρίους· καὶ τούτους μὲν κηρύττεσθαί φασιν, ἐκείνους δὲ ἀποκηρύττεσθαι, δῆλον ὅτι παρὰ μίαν συλλαβὴν γιγνομένης τῆς διαφορᾶς.