120
καὶ προνοεῖ γε οὐ μόνον ὅπως μετέχωσι τῆς λεγομένης εὐδαιμονίας, πολὺ δὲ μᾶλλον ὅπως ἄξιοι δοκῶσι κοινωνεῖντῆς ἀρχῆς, καὶ τοῦτο ἐσπούδακεν ἐξ ἅπαντος ὅπως μὴ διὰ τὴν συγγένειαν αὐτούς, ἀλλὰ διὰ τὴν ἀρετὴν φαίνηται προτιμῶν. καὶ τοὺς μὲν ζῶντας μάλιστα πάντων ἀγαπᾷ καὶ φίλους ἀναγκαίους νενόμικεν.
121
τοὺς μὲν γὰρ φίλους ἔστι διαλύσασθαι δυσχέρειάν τινα ἐν αὐτοῖς ἐνιδόντα· πρὸς δὲ τοὺς συγγενεῖς οὐχ οἷόν τε διαλύσασθαιτὴν συγγένειαν, ἀλλʼ ὁποῖοί ποτʼ ἂν ὦσιν, ἀνάγκη τοῦτο ἀκούειν τὸ ὄνομα.
122
γυναῖκα δὲ οὐ κοίτης μόνον ἢ ἀφροδισίων κοινωνὸν νενόμικεν, βουλῆς δὲ καὶ ἔργων καὶ τοῦ ξύμπαντος βίου συνεργόν.
123
μόνος δὲ τὴν εὐδαιμονίαν οὐχ ἡδυπάθειαν νενόμικε, πολὺ δὲ μᾶλλον καλοκἀγαθίαν, τὴν δὲ ἀρετὴν οὐκ ἀνάγκην, ἀλλὰβούλησιν, τὴν δὲ καρτερίαν οὐ ταλαιπωρίαν, ἀλλʼ ἀσφάλειαν, καὶ τὰς μὲν ἡδονὰς αὔξει τοῖς πόνοις καὶ μείζους διὰ τοῦτο καρποῦται, τοὺς δὲ πόνους ἐπελαφρύνει τῷ ἔθει.
124
ταὐτὰ δὲ ἡγεῖται συμφέροντα καὶ ἡδέα· ὁρᾷ γὰρ τοὺς μὲν ἰδιώτας, εἰ μέλλουσιν ὑγιαίνειν καὶ παραμένειν εἰς γῆρας, οὔποτε ἀργῷ καὶ ἀπόνῳ τῷ σώματι τροφὴν προσφέροντας, ἀλλὰ τοὺς μὲν τέχνας ἐργαζομένους, ἐνίας αὐτῶν καὶ πολὺν ἐχούσας τὸν κάματον, τοὺς μὲν χαλκέας,
125
τοὺς δὲ ναυπηγούς, τοὺς δὲ οἰκοδόμους· ὅσοι δὲ κέκτηνται γῆν, διαπονοῦντας πρότερον τὰ περὶ γεωργίαν, ὅσοι δὲ ἐν ἄστει διάγουσι, τῶν κατὰ πόλιν τι πράττοντας·
126
τῶν τε σχολὴν ἀγόντων τὰ γυμνάσια μεστὰ καὶ τὰς παλαίστρας, καὶ τοὺς μὲν τρέχοντας ἐν τοῖς δρόμοις, τοὺς δὲ αὖ παλαίοντας, τοὺς δὲ ἄλλο τι περὶ τὴν ἀγωνίαν ἀσκοῦντας οὐκ ὄντας ἀθλητάς. ἁπλῶς δὲ εἰπεῖν, ἑκάστων τῶν μὴ σφόδρα ἀνοήτων καὶ σίτων καὶ λουτρῶν καὶ ὑγιεινῶν καὶ πάντων,
127
ὁ ἄρχων ἁπάντων τούτων διαφέρει τῷ μὴ μάτην πονεῖν μηδὲ τὸ σῶμα μόνον αὔξειν, ἀλλʼ ἕνεκα πράξεων· ἢ γὰρ ἦλθε πρός τι τῶν δεομένων προνοίας ἢ ἔφθασεν ὅπου δεῖ τάχους ἢ κατήνυσέν τι τῶν οὐ ῥᾳδίων ἀνυσθῆναι ἢ στρατιὰν ἐξέταξεν ἢ χώραν ἡμέρωσεν ἢ πόλιν ᾤκισεν ἢ ποταμοὺς ἔζευξεν ἢ γῆν ὁδευτὴν ἐποίησεν.