7
ἆρ’ οὖν οὐκ ἀθλιώτερον πότμον καὶ μοῖραν εἴληχε πολὺ δυστυχεστέραν ἤ φασι Μελέαγρον τὸν Ἀλθαίας τε καὶ Οἰνέως τυχεῖν, ᾧ δαλόν τινα λέγουσι ταμιεύειν τὸν τῆς ζωῆς χρόνον· καὶ δὴ λάμποντος αὐτοῦ καὶ τοῦ πυρὸς ἐν αὐτῷ διαμένοντος ζῆν τε καὶ ἀκμάζειν ἐκεῖνον, μαραινομένου δὲ τοῦ δαλοῦ καὶ τὸν Μελέαγρον φθίνειν ὑπὸ λύπης τε καὶ δυσθυμίας· σβεσθέντος δὲ οἴχεσθαι ἀποθανόντα.
(51)ΠΕΡΙ ΔΟΞΗΣ ΤΡΙΤΟΣ.
1
Οἱ πολλοὶ ἄνθρωποι ὁπόσα ἐπιτηδεύουσιν ἢ ζηλοῦσιν, οὐδὲν αὐτῶν εἰδότες ὁποῖόν ἐστιν οὐδὲ ἥντινα ἔχει ὠφέλειαν ἐπιτηδεύουσιν, ἀλλ’ ὑπὸ δόξης ἢ ἡδονῆς ἢ συνηθείας ἀγόμενοι πρὸς αὐτά. οὐδ’ αὖ ὅσων ἀπέχονται καὶ εὐλαβοῦνται μὴ πράττειν, εἰδότες ἃ βλάπτει ἀπέχονται οὐδὲ ὁποίαν τινὰ φέρει τὴν βλάβην, ἀλλὰ καὶ τούτων ὅσα ὁρῶσι τοὺς ἄλλους εὐλαβουμένους ἢ περὶ ὧν ἂν εἰς ἔθος καταστῶσιν ὥστε εὐλαβεῖσθαι, ἢ ἃ νομίζουσιν ἀηδῆ ἔσεσθαι αὐτοῖς καὶ πόνον τινὰ δοκεῖ ἔχειν ὡς τὸ πολὺ ταῦτα ὑποπτεύουσιν.
2
καὶ τὸ μὲν τῆς ἡδονῆς καὶ τὸ τοῦ πόνου πᾶσι κοινόν· ἀλλ’ οἱ μὲν ἧττον, οἱ δὲ μᾶλλον ὑπ’ αὐτῶν δουλοῦνται· τὸ δὲ τῆς δόξης ἀνόμοιον καὶ οὐ ταὐτὸ πᾶσιν. ὅθεν οἱ μὲν ταῦτα, οἱ δὲ ταῦτα ἐπαινοῦσι καὶ ψέγουσι, πολλάκις τἀναντία. οἷον ἀλγεῖ μὲν ὅ τε Ἰνδὸς καὶ ὁ Λάκων τιτρωσκόμενος ἢ καόμενος καὶ ὅ τε Φρὺξ καὶ ὁ Λυδός· ἀλλ’ ἐκεῖνοι μὲν οὐχ ὑπείκουσι διὰ τὸ ἠσκηκέναι, οὗτοι δὲ, διὰ τὸ ἀσθενεῖς καὶ ἀνάσκητοι εἶναι. πάλιν ἥδεσθαι μὲν ἀφροδισίοις καὶ σιτίοις καὶ ποτοῖς ἡδέσιν ἀνάγκη τόν τε Ἴωνα καὶ τὸν Θετταλὸν καὶ τὸν Ἰταλιώτην καὶ τὸν Γέτην καὶ τὸν Ἰνδὸν καὶ τὸν Σπαρτιάτην· ἀλλ’ οἱ μὲν οὐ πάνυ τι φροντίζουσι τῶν ἡδέων, ἀρχὴν δὲ οὐδὲ πειρῶνται ἁπάντων· οἱ δὲ ἀποθανεῖν ἕλοιντ’ ἂν ὀλίγῳ πλέον ἡσθέντες.
3
τὸ οὖν τῆς δόξης ἔοικεν εἶναι παντοδαπώτατον καὶ πλείστη καὶ μεγίστη τούτου διαφορά. διά τε τοῦτο ἐν οὐδενὶ γένει τῶν ζῴων εὕροι τις ἂν τοσαύτην στάσιν οὐδὲ οὕτως ἐναντίον αὑτῷ τι γένος, οἷον ἵππων ἢ κυνῶν ἢ λεόντων ἢ βοῶν ἢ ἐλάφων, ἀλλὰ τρέφονταί τε ὁμοίως καὶ γεννῶσι καὶ τρέφουσι καὶ ἐπὶ ταὐτὰ ὁρμῶσι καὶ τῶν αὐτῶν ἀπέχονται τὰ ὅμοια. μόνῳ γὰρ ξυνέπονται ὡς τὸ πολὺ τῷ ἡδεῖ καὶ τὸ ἀλγεινὸν φεύγουσιν.