133
ἐπειδὴ ἄνθρωπον ὄντα φύσει τῶν ἐν τῷ βίῳ διαφερόντων καὶ τοῦτο τῶν ἄλλων τι ὥσπερ παραμύθιον ἔχειν δεῖ· ὅθεν δὴ πολλὰ πολλοῖς προσέπεσε νοσήματα ἀγεννῆ καὶ λυμαινόμενα τὰς ψυχάς, ἔτι δὲ καθαιροῦντα τὸ ἀξίωμα τῆς βασιλείας·
134
ὁ μὲν γὰρ ὑπὸ ᾠδῆς ἁλοὺς μινυρίζων διετέλει καὶ θρηνῶν ἐν τοῖς θεάτροις, ἀμελήσας δὲ τῆς αὑτοῦ βασιλείας, τοὺς παλαιοὺς ὑποκρινόμενος ἠγάπα βασιλέας· ὁ δὲ αὐλήσεως ἐραστὴς ἐγένετο·
135
ὁ δὲ ἀγαθὸς βασιλεὺς τῶν μὲν τοιούτων οὐδέποτε ἀκροᾶται συνεχῶς· κάλλιστον δὲ εὕρεμα ἡγεῖται κυνηγεσίαν, καὶ τούτῳ μάλιστα χαίρει· δι’ οὗ τὸ μὲν σῶμα γίγνεται ῥωμαλεώτερον, ἡ ψυχὴ δὲ ἀνδρειοτέρα, τὰ πολεμικὰ δὲ ἅπαντα ἀσκεῖται.
136
καὶ γὰρ ἱππεῦσαι καὶ δραμεῖν ἀναγκαῖον καὶ ὑφίστασθαι πολλὰ τῶν ἀλκίμων θηρίων καὶ καῦμα ἀνέχεσθαι καὶ ψῦχος ὑπομένειν, πολλάκις δὲ καὶ λιμοῦ καὶ δίψους πειραθῆναι, διὰ δὲ τὴν ἐπιθυμίαν ἐθίζοντα καρτερεῖν μεθʼ ἡδονῆς οὐ μέντοι τήν γε Περσικὴν θήραν.
137
ἐκεῖνοι μὲν γὰρ παραδείσοις περιλαβόντες, ὁπότε ἐπιθυμήσειαν, ὥσπερ ἐν εἱρκτῇ τὰ θηρία ἔκτεινον, ὡς μήτε ζητοῦντες πονεῖν μήτε αὖ κινδυνεύοντες, ἅτεἀσθενῆ καὶ δεδουλωμένα· ὁμοίως δὲ ἀφῃροῦντο τὴν ἐπὶ τῷ εὑρεῖν τε χαρὰν καὶ τὴν ἐπὶ τῷ φθάσαι σπουδὴν καὶ τὴν ἐπὶ τῷ συμβῆναι ἀγωνίαν.
138
ὅμοιον γὰρ ἐποίουν ὥσπερ εἰ πολεμικοὶ φάσκοντες εἶναι ἀφέντες τὸ τοῖς πολεμίοις μάχεσθαι τοὺς αἰχμαλώτους οἴκοι λαβόντες ἔκτεινον.
(4)περὶ ΒΑΣΙΛΕΙΑΣ δ.
1
φασί ποτε Ἀλέξανδρον Διογένει συμβαλεῖν οὐ πάνυ τι σχολάζοντα πολλὴν ἄγοντι σχολήν. ἦν γὰρ ὁ μὲν βασιλεὺς Μακεδόνων τε καὶ ἄλλων πολλῶν, ὁ δὲ φυγὰς ἐκ Σινώπης. ταῦτα δὲ λέγουσι καὶ γράφουσι πολλοί, τὸν Ἀλέξανδρον οὐχ ἧττον θαυμάζοντες καὶ ἐπαινοῦντες, ὅτι τοσούτων ἄρχων καὶ τῶν τότε μέγιστον δυνάμενοσοὐχ ὑπερεώρα πένητος ἀνθρώπου συνουσίαν νοῦν ἔχοντος καὶ δυναμένου καρτερεῖν.