2
Δῆλον ὅτι τῶν ἀργῶν. — Δ. Εἶεν· εἰ δὲ κυνηγέτης εἶναι λέγοι τις καὶ τὸν Ἱππόλυτον αὐτὸν ἢ Μελέαγρον ὑπερβάλλειν τῇ τε ἀνδρείᾳ καὶ τῇ φιλοπονίᾳ, μηδὲν δὲ φαίνοιτο πράττων ὅμοιον, μήτε κύνας κεκτημένος μήτε λίνα μήτε ἵππον μήτε ὅλως ἐπὶ θήραν ἐξιών, ἀλλὰ μήτε ὑπὸ ἡλίου τὸ σῶμα ἐπικεκαυμένος μήτε ψύχους ἀνέχεσθαι δυνάμενος, ἐσκιατραφημένος δὲ καὶ ἁπαλὸς καὶ μάλιστα ἐοικὼς ταῖς γυναιξίν, ἔσθ’ ὅπως ὑπολάβοις ἂν τἀληθῆ λέγειν τοῦτον καὶ προσήκειν τι αὐτῷ κυνηγεσίων; — Οὐκ ἔγωγε. —
3
Δ. Ἄτοπον γὰρ ἀπὸ τῶν λόγων μᾶλλον, οὓς λέγει τις, ἢ ἀπὸ τῶν ἔργων εἰδέναι καὶ τεκμαίρεσθαι τὸν ἑκάστου βίον. εἰ δέ τις ἐπαγγέλλοιτο μὲν ὡς μουσικὴν ἄριστα ἐπιστάμενος καὶ περὶ τοῦτο διατρίβων, μήτε δὲ αὐτοῦ κιθαρίζοντος μηδεὶς πώποτε ἀκούσαι, ἀλλὰ μηδὲ κιθάραν ἢ λύραν ἔχοντα ὁρῴη τις, μήτε λόγον τινὰ διεξιόντα τῶν κατὰ μουσικὴν δίχα γε τῆς ἐπαγγελίας καὶ τοῦ ἐπίστασθαι φάσκειν τοῦ Ὀρφέως ἄμεινον καὶ τοῦ Θαμύρα, βλέποι δ’ αὐτὸν ἀλεκτρυόνας ἢ ὄρτυγας θεραπεύοντα καὶ τρέφοντα καὶ μετὰ τῶν τοιούτων ἀνθρώπων ὡς τὸ πολὺ διατρίβοντα, πότερον τῶν μουσικῶν τοῦτον δεῖ ὑπολαμβάνειν ἢ τούτων τῶν ἀνθρώπων, μεθ’ ὧν ἐστι καὶ οἷς ταὐτὰ ἐπιτηδεύει; — Δῆλον ὅτι τούτων. —
4
Δ. Ἐὰν δὲ ἀστρονόμος εἶναί τις ὑπισχνῆται καὶ σαφέστατα ἐπίστασθαι τὰς περιόδους καὶ πορείας καὶ τὰ ἀποστήματα πῶς ἔχουσι πρὸς ἄλληλα ἡλίου τε καὶ σελήνης καὶ τῶν τοιούτων ἄστρων καὶ τὰ οὐράνια πάθη, μηδὲν δὲ τοιοῦτον ᾖ προῃρημένος μηδὲ περὶ ταῦτα φροντίζων, ἀλλὰ μᾶλλον συνὼν τοῖς κυβεύουσι καὶ μετ’ ἐκείνων ἑκάστοτε ζῶν καὶ βλεπόμενος, ἀστρονόμον τοῦτον φήσεις ἢ κυβευτήν; — Οὐ μὰ τὸν Δἴ ἀστρονομίας ἡγησαίμην ἂν ἔγωγε προσήκειν αὐτῷ τι, πολὺ δὲ μᾶλλον κυβείας. —