3
ὃ δὲ ἔτι τούτου παραδοξότερον· ἔνθα γὰρ ἐνίοτε βλέπουσιν ἀνθρώπους, τοὺς μέν τινας πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντας, ὡς νῦν τῶν Θρᾳκῶν τινες τῶν Γετῶν λεγομένων, πρότερον δὲ Λακεδαιμόνιοι καὶ Μακεδόνες, ἄλλους δὲ τιάραν καὶ ἀναξυρίδας, καθάπερ οἶμαι Πέρσαι τε καὶ Βάκτριοι καὶ Παρθυαῖοι καὶ ἄλλοι πολλοὶ τῶν βαρβάρων· οἱ δὲ ἔτι τούτων ἀτοπώτεροι εἰώθασιν ἐπιδημεῖν πτερὰ ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς ὀρθά, ὥσπερ Νασάμωνες — οὐκοῦν οὐδὲ τούτοις πάνυ τι τολμῶσι πράγματα παρέχειν οὐδ’ ἐνοχλεῖν προσιόντες. καίτοι Γέτας μὲν ἢ Πέρσας ἢ Νασάμωνας, τοὺς μὲν οὐ πολλοὺς βλέπουσι, τοὺς δὲ σπανίως ἐπιδημοῦντας·
4
τῶν δὲ τοιούτων ἀνθρώπων ὀλίγου νῦν μεστὰ πάντα, καὶ σχεδὸν πλείους γεγόνασι τῶν σκυτοτόμων καὶ κναφέων καὶ τῶν γελωτοποιῶν ἢ ἄλλην ὁποίαν βούλει τέχνην ἐργαζομένων· ὥστε καὶ ἐφ’ ἡμῶν ἴσως ῥηθῆναι εἰκότως ὅτι πλεῖ πάντα ὁμοίως ἀκάτια καὶ πᾶσα βοῦς ἀροτριᾷ.
5
οὐ τοίνυν κατὰ τοῦτο μόνον ξυνήθης αὐτοῖς ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἀγάλματα ὁρῶσιν ἐν τοῖς ναοῖς, οἷον Διὸς καὶ Ποσειδῶνος καὶ ἄλλων πολλῶν θεῶν ἀγάλματα, ἐν τοιαύτῃ διαθέσει τοῦ σχήματος. παρὰ μὲν γὰρ Αἰγυπτίοις καὶ Φοίνιξι καὶ ἑτέροις τισὶ τῶν βαρβάρων οὐχ ὁ αὐτὸς τύπος τῶν ἀγαλμάτων, ὥσπερ οἶμαι παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ πολὺ διαφέρων. ἐνθάδε δὲ ὁ αὐτός ἐστιν. καὶ ἀνδρῶν εἰκόνας ὁρῶσι πολιτῶν τῆς πόλεως καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐν τοῖς ἱεροῖς, στρατηγῶν καὶ βασιλέων οὕτως ἀνακειμένας, γένεια καθεικότων.
6
ἀλλὰ τί δεῖ ταῦτα λέγειν; σχεδὸν γάρ τι καὶ τῶν Ἑλλήνων οἱ πλείους ὁμοίως πρὸς τοῦτο ἔχουσι, καὶ οὐδὲν αὐτοὺς ἡ ξυνήθεια ἀποκωλύει τὸ μὴ οὐκ ἐρεσχηλεῖν μηδὲ ὑβρίζειν, ἐπειδάν τινα ἴδωσι τοιοῦτον, λέγω δὲ τῶν πολλῶν καὶ ἀδόξων, οὓς μὴ δεδοίκασιν ὡς ἱκανοὺς ἀμύνεσθαι· ἐπεὶ τούς γε τοιούτους σχεδὸν δυσωποῦνται καὶ θαυμάζουσιν. τυχὸν οὖν τοιοῦτόν ἐστι τὸ γιγνόμενον. τοὺς μὲν ναύτας καὶ τοὺς γεωργοὺς καὶ ποιμένας, ἔτι δὲ Πέρσας καὶ Νασάμωνας, οὐκ οἴονται καταφρονεῖν αὑτῶν οὐδὲ εἶναι πρὸς αὑτοὺς οὐδένα ἐκείνοις λόγον, ὅθεν οὐδὲν φροντίζουσιν.