13
εἰσὶ δὲ οἱ καὶ τὸν Αἴσωπον οἴονται τοιοῦτόν τινα γενέσθαι, σοφὸν μὲν καὶ φρόνιμον, αἱμύλον δὲ ἄλλως καὶ ξυνθεῖναι λόγους ἱκανόν, οἵων οἱ ἄνθρωποι ἥδιστ’ ἂν ἀκούοιεν. καὶ τυχὸν οὐ παντάπασι ψευδῆ οἴονται καὶ τῷ ὄντι Αἴσωπος τοῦτον τὸν τρόπον ἐπειρᾶτο νουθετεῖν τοὺς ἀνθρώπους καὶ ἐπιδεικνύναι αὐτοῖς ἅττα ἁμαρτάνουσιν, ὡς ἂν μάλιστα ἠνείχοντο αὐτόν, ἡδόμενοι ἐπὶ τῷ γελοίῳ καὶ τοῖς μύθοις· ὥσπερ τὰ παιδία ταῖς τίτθαις μυθολογουμέναις προσέχουσί τε καὶ ἥδονται. ἀπὸ δὴ τῆς τοιαύτης δόξης, ὡς καὶ παρ’ ἡμῶν ἀκουσόμενοί τι τοιοῦτον οἷον Αἴσωπος ἔλεγεν ἢ ὁποῖον Σωκράτης ἢ ὁποῖα Διογένης, προσίασι καὶ ἐνοχλοῦσι καὶ οὐ δύνανται ἀπέχεσθαι, ὃν ἂν ἴδωσιν ἐν τούτῳ τῷ σχήματι, οὐ μᾶλλον ἢ τὰ ὄρνεα, ἐπειδὰν ἴδωσι γλαῦκα· ἐφ’ ᾧ καὶ ξυνετίθει λόγον Αἴσωπος τοιοῦτον,
14
ὡς τὰ ὄρνεα ξυνῆλθε πρὸς τὴν γλαῦκα καὶ ἐδεῖτο τῆς μὲν ἀπὸ τῶν οἰκοδομημάτων σκέπης ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα τὴν καλιάν, ὥσπερ καὶ αὐτά, καὶ τοὺς τούτων μεταπήγνυσθαι κλῶνας, ἀφ’ ὧν καὶ ᾅδειν ἔστιν εὐσημότερον· καὶ δὴ καὶ πρὸς δρῦν ταυτηνὶ ἄρτι φυομένην, ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ τῆς χλοερᾶς κόμης ἀπόνασθαι. ἀλλ’ οὖν τήν γε γλαῦκα μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μηδὲ φυτοῦ βλάστῃ ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς ὄλεθρον.
15
τὰ δὲ μήτε τῆς ξυμβουλῆς ἀπεδέχετο τὴν γλαῦκα, τοὐναντίον δὲ ἔχαιρε τῇ δρυῒ φυομένῃ, ἐπειδή τε ἱκανὴ ἦν, καθίσαντα ἐπ’ αὐτὴν ᾖδεν. γενομένου δὲ τοῦ ἰξοῦ ῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετενόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον ἐπὶ τῇ ξυμβουλῇ. καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσης αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας· ἔπειτα οἶμαι προσίασι μάτην ἐπὶ κακῷ. ἡ μὲν γὰρ ἀρχαία γλαὺξ τῷ ὄντι φρονίμη τε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο. αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὀρνέων. οὐκοῦν οὐδὲ ἑαυτὰς δύνανται οὐδὲν ὠφελεῖν·