3
τούτους ἅπαντας φῶμεν τοὺς πιστευομένους ἀγαθόν τι ἀπολαύειν καὶ αὐτοὺς τῆς πίστεως; καὶ αὖ τοὺς ὑπὸ τῶν ἰδιωτῶν πιστευομένους ἢ γυναῖκας ἢ παῖδας ἢ τὴν οὐσίαν, καθάπερ οἶμαι πολλοὶ ἐπιτρόπους καὶ κηδεμόνας καταλείπουσιν, οἱ μὲν ἀποδημοῦντες, οἱ δὲ ἀποθνήσκοντες, οἱ δὲ παρακαταθήκας διδόασιν ἄνευ μαρτύρων, οὐ δεδιότες μὴ ἀφαιρεθῶσιν, ἔνιοι δὲ τῶν νόμων ἀπαγορευόντων μὴ καταλιπεῖν κληρονόμους οὓς αὐτοὶ βούλονται, ἑτέρους καταλείπουσιν, ἐντειλάμενοι τὰ χρήματα ἀποδοῦναι τοῖς αὑτῶν ἐπιτηδείοις —
4
τούτοις δὴ πᾶσι λυσιτελεῖν φῶμεν τὸ πρᾶγμα καὶ τὴν δόξαν, ἣν ἔχοντες περὶ αὐτῶν ἐπιτρέπουσιν αὐτοῖς οἱ τὰ σφέτερα ἐπιτρέποντες, μάλιστα δὲ τοῖς τελευταίοις τοῖς παρανόμως πιστεύεσθαι δοκοῦσιν· ἢ τοὐναντίον χαλεπὸν εἶναι τὸ τοιοῦτον καὶ πολλῆς ἀσχολίας καὶ φροντίδων αἴτιον, ἐνίοτέ γε μὴν καὶ κινδύνων τῶν μεγίστων; ἔξεστι δὲ σκοπεῖν εὐθὺς ἀπὸ τῶν δοκούντων εἶναι μεγίστων· οὗτοι γὰρ τῶν μὲν ἰδίων ἐξ ἀνάγκης ἀμελοῦσι καὶ χρημάτων καὶ τέκνων, προσέχουσι δὲ τοῖς κοινοῖς καὶ ἐπὶ τούτων εἰσί· καὶ πολλάκις μὲν ὑπὸ τῶν ἐπιβουλευόντων ταῖς πόλεσιν ἢ πολεμίων ἢ πολιτῶν τινων ἀπόλλυνται, πολλάκις δὲ ὑπ’ αὐτῶν τῶν πόλεων ἀδίκως διαβληθέντες. οἱ μὲν γὰρ οὐσίας ἀφῃρέθησαν, τοὺς δὲ καὶ ὀνείδη συνέβη κτήσασθαι καταδικασθέντας κλοπῆς· οἱ δὲ ἐξέπεσον ἐκ τῶν πατρίδων, οἱ δὲ καὶ ἀπέθανον·
5
ὥσπερ οὖν λέγουσι Περικλέα μὲν ἁλῶναι κλοπῆς παρὰ Ἀθηναίοις τὸν κάλλιστα καὶ ἄριστα προστάντα τῆς πόλεως, Θεμιστοκλέα δὲ ἐκπεσεῖν ὡς προδιδόντα, ὃς παραλαβὼν αὐτοὺς οὐ δυναμένους τὸ ἔδαφος τῆς πατρίδος οἰκεῖν, ἀλλὰ παραχωροῦντας τοῖς πολεμίοις αὐτοῦ τοῦ ἄστεος καὶ τῶν ἱερῶν, οὐ μόνον ταῦτα πάντα ἀπέδωκεν, ἀλλ’ ἔτι καὶ τῶν Ἑλλήνων ἡγεμόνας ἐποίησεν, ἀφελόμενος Λακεδαιμονίους ἐξ ἀρχῆς ἔχοντας τὴν τιμὴν ταύτην.