2
— Ἴσως ὀρδῶς. — Δ. Καὶ μὴν δῆλος ὁ ποιητὴς οὐ πρὸς τοὺς ἐχθροὺς ταῦτα ὑποτιθέμενος, ἀλλὰ πρὸς τοὺς νομιζομένους φίλους. οὐ γὰρ δὴ ὑφ’ ὧν τις μισούμενος ἐπίσταται, τούτοις ἂν ἐξουσίαν δοίη καθ’ αὑτοῦ. πῶς ἂν οὖν διακελεύοιτο ἀπιστεῖν, οἷς μηδεὶς πιστεύει; φέρε τοίνυν κἀκεῖνο ἴδωμεν· ὑπὸ τίνων πλείους ἀπολώλασι, πότερον ὑπὸ τῶν ὁμολογουμένων ἐχθρῶν ἢ τοὐναντίον ὑπὸ τῶν προσποιουμένων εἶναι φίλων; ἐγὼ μὲν γὰρ ὁρῶ καὶ τῶν πόλεων τῶν ἁλουσῶν πλείονας ὑπὸ τῶν προδοτῶν ἀπολομένας ἢ ὑπὸ τῶν πολεμίων εἰλημμένας κατὰ κράτος καὶ τῶν ἀνθρώπων πλείους τῷ παντὶ τοῖς φίλοις καὶ τοῖς συνήθεσιν ἐγκαλοῦντας τῶν αἰτιωμένων τοὺς ἐχθροὺς ἐπὶ ταῖς συμφοραῖς·
3
ἔτι δὲ πρὸς μὲν τοὺς πολεμίους ἅπασι τείχη καὶ φρούρια κατεσκευασμένα καὶ τούτων ἐνίοτε πολλῶν ἐτῶν μηδεμίαν χρείαν γενομένην· πρὸς δὲ τοὺς συμπολιτευομένους καὶ τῶν αὐτῶν κοινωνοῦντας· ἱερῶν καὶ θυσιῶν καὶ γάμων καὶ φυλέτας ὄντας ἀλλήλων καὶ δημότας καὶ συγγενεῖς τὰ δικαστήρια καὶ τοὺς νόμους καὶ τὰ ἀρχεῖα. καὶ ταῦτα οὐδέποτε ἠρεμεῖ. μεσταὶ γοῦν αἱ πόλεις αἰεὶ κατηγορούντων, ἀπολογουμένων, δικαζόντων, δικαζομένων, καὶ οὐδὲ ἐν ταῖς ἱερομηνίαις ἢ ταῖς σπονδαῖς ἀλλήλων ἀπέχεσθαι δύνανται. τίθενται γοῦν ἑτέρους νόμους ὑπὲρ τῶν ἀδικημάτων τῶν ἐν ταῖς ἑορταῖς καὶ τούτους ἱεροὺς καλοῦσιν, ὥσπερ τὸ ὄνομα ὠφελοῦν. ὁ γὰρ τῆς κακίας πόλεμος διηνεκὴς ἅπασι πρὸς ἅπαντας, ἄσπονδος ὢν καὶ ἀκήρυκτος· μάλιστα δὲ οὗτος συνέστηκε τοῖς ἐγγὺς πρὸς ἀλλήλους.
4
τὸν μὲν οὖν ἐν εἰρήνῃ βουλόμενον βιοῦν καὶ μετ’ ἀσφαλείας τινὸς εὐλαβεῖσθαι δεῖ τὴν πρὸς ἀνθρώπους κοινωνίαν καὶ τὴν φύσιν ἐπίστασθαι τῶν πολλῶν ἑτοίμην οὖσαν πρὸς τὸ μεταδοῦναι κακίας τινός, καὶ μηδὲ ἂν μυριάκις λέγῃ φίλος εἶναι πιστεύειν. οἰ γάρ ἐστι παρ’ αὐτοῖς βέβαιον οὐθὲν οὐδὲ ἀληθές· ἀλλ’ ὃν ἂν ἁπάντων προτιμῶσιν ἤδη καὶ τοῦ ζῆν, ἐὰν οὕτω τύχῃ, μετὰ μικρὸν ἔχθιστον νομίζουσι καὶ οὐδὲ τοῦ σώματος ἀπέχονται πολλάκις.