9
καὶ ὅτι αὐτὸς μὲν χρυσίου καὶ ἀργυρίου παμπόλλου ἐδεῖτο, ὥστε ἐπιτελέσαι τι ὧν ἐβούλετο· ἔτι δὲ εἰ μέλλοι πειθομένους ἕξειν Μακεδόνας καὶ τοὺς ἄλλους Ἕλληνας, θεραπευτέον αὐτῷ τούς τε ἄρχοντας καὶ τὸν ἄλλον ὄχλον λόγοις τε καὶ δώροις πολλάκις·
10
ὁ δὲ οὐδένα ἀνθρώπων ὑπῄει θωπεύων, ἀλλὰ τἀληθῆ πρὸς ἅπαντας λέγων καὶ οὐδεμίαν δραχμὴν κεκτημένος ὡς ἐβούλετο ἔπραττε καὶ τῶν προκειμένων οὐδενὸς ἀπετύγχανε καὶ τὸν βίον ἔζη μόνος, ὃν ἡγεῖτο ἄριστον καὶ εὐδαιμονέστατον, καὶ οὐκ ἂν ἠλλάξατο τὴν ἐκείνου βασιλείαν οὐδὲ τὸν τῶν Περσῶν τε καὶ Μήδων πλοῦτον ἀντὶ τῆς ἑαυτοῦ πενίας.
11
διὰ ταῦτα δὴ δακνόμενος, εἴ τις αὐτοῦ διοίσει ῥᾳδίως οὕτως καὶ ἀπραγμόνως ζῶν, καὶ προσέτι οὐχ ἧττον ὀνομαστὸς ἔσοιτο, τυχὸν δέ τι καὶ ὠφεληθήσεσθαι νομίζων ἀπὸ τῆς συνουσίας τἀνδρός, πάλαι μὲν ἐπεθύμει θεάσασθαι τὸν ἄνδρα καὶ συγγενέσθαι αὐτῷ·
12
ἐπεὶ δὲ ἧκεν εἰς Κόρινθον καὶ τάς τε πρεσβείας ἀπεδέξατο τὰς παρὰ τῶν Ἑλλήνων καὶ τἄλλα τὰ τῶνξυμμάχων διῴκησεν, ἔφη τοῖς περὶ αὐτὸν ὅτι σχολάσαι τι βούλοιτο, καὶ ᾤχετο, οὐκ ἐπὶ θύρας τοῦ Διογένους· οὐ γὰρ ἦσαν αὐτῷ θύραι οὔτε μείζους οὔτε ἐλάττους, οὐδὲ οἶκος ἴδιος οὐδὲ ἑστία, καθάπερ τοῖς μακαρίοις, ἀλλὰ οἴκοις μὲν ἐχρῆτο ταῖς πόλεσι,
13
καὶ ἐνταῦθα διέτριβεν ἐν τοῖς κοινοῖς τε καὶ ἱεροῖς, ἅπερ ἵδρυται τοῖς θεοῖς, ἑστίαν δὲ ἐνόμιζε τὴν γῆν ἅπασαν, ἥπερ ἐστὶ κοινὴ τῶν ἀνθρώπων ἑστία καὶ τροφός.
14
καὶ τότε ἐτύγχανεν ἐν τῷ Κρανείῳ διατρίβων μόνος· οὐδὲ γὰρ μαθητάς τινας οὐδὲ τοιοῦτον ὄχλον περὶ αὑτὸν εἶχεν, ὥσπερ οἱ σοφισταὶ καὶ αὐληταὶ καὶ οἱ διδάσκαλοι τῶν χορῶν. προσῆλθεν οὖν αὐτῷ καθημένῳ καὶ ἠσπάσατο. καὶ ὃς ἀνέβλεψεπρὸς αὐτὸν γοργόν, ὥσπερ οἱ λέοντες, καὶ ἐκέλευσεν ἀποστῆναι σμικρόν· ἐτύγχανε γὰρ ἀλεαινόμενος πρὸς τὸν ἥλιον.