17
ὁ Λυκάων ὢν ἀνόητος εἰς τὸν Ἀχιλλέα δεύτερον ἐμπεσών, δέον αὐτὸν ἢ μάχεσθαι προθύμως ἢ φεύγειν τάχιον, πὰρ γὰρ σοὶ πρώτῳ, φησί, πασάμην Δημήτερος ἀκτήν. τοιγαροῦν πρότερον, ὁπότε οὐδέπω μετειλήφει τῆς παρ’ αὐτῷ τροφῆς, εἰς Λῆμνον ἀπεμποληθεὶς ἐσώθη· τότε δὲ ληφθεὶς ἀπεσφάγη. τοσοῦτον αὐτὸν ὤνησεν ἡ Δημήτηρ. τὰς νήττας καὶ τὰς πέρδικας οὐ πρότερον θηρεύομεν, πρὶν ἂν φάγωσι παρ’ ἡμῶν.
18
ὁ δὲ Αἴγισθος τὸν Ἀγαμέμνονα δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. καὶ ὑπὸ μὲν τῶν Τρώων οὐδὲν ἔπαθεν ἐν δέκα ἔτεσιν, οἷς ἐπολέμει καὶ οὐδεπώποτε αὐτοῖς συνέστιος ἐγένετο· εἰς δὲ τὴν οἰκίαν ἐλθὼν διὰ τοσούτου χρόνου, θύσας τοῖς θεοῖς, καὶ τὴν αὑτοῦ τράπεζαν παραθέμενος, ὑπὸ τῆς ἰδίας γυναικὸς οὕτως ὠμῶς ἀνῃρέθη.
19
καὶ μετὰ ταῦτα κάτω περιτυχὼν τῷ Ὀδυσσεῖ μέμφεται Κλυταιμνήστραν· μηδὲ γὰρ τοὺς ὀφθαλμοὺς αὐτοῦ τελευτῶντος συγκλεῖσαι· πρὸς δὲ τούτοις παρακελεύεται μηδέποτε πιστεύειν γυναικί, μηδέ οἱ ἐκφάσθαι πυκινὸν ἔπος. καίτοι ἡ Κλυταιμνήστρα οὐχ ὅτι γυνὴ ἦν ταῦτα διέθηκεν αὐτόν, ἀλλ’ ὅτι πονηρά· καὶ οὐδὲν μᾶλλον οὐ χρὴ γυναικὶ ἤπιον εἶναι ἢ ἀνδρί.
20
ἀλλ’ οἶμαι τῶν περιπεσόντων ἕκαστος, ὑφ’ οὗ πέπονθε κακῶς, ἐκεῖνο μάλιστα ὑφορᾶται καὶ προλέγει φυλάττεσθαι τοῖς ἄλλοις, ὁ μὲν ὑπὸ ἔχεως πληγεὶς ἔχιν, ὁ δὲ ὑπὸ σκορπίου σκορπίον· ὅν δ’ ἂν κύων δάκῃ, ὄψει βακτηρίαν ἀεὶ περιφέροντα, τὸ αὐτὸ δὴ τοῦτο καὶ πρὸς ἀνθρώπους πεπόνθασιν οἱ πολλοί. τῷ μὲν ἐκ γυναικός τι συνέβη δεινόν· οὗτος δὴ κέκραγεν· ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν γυναῖκας εἰς φῶς ἡλίου κατῴκισας; ἄλλον ὑποδεχθεὶς ξένος ἐλύπησεν, ὡς Ἀλέξανδρος τὰ τοῦ Μενελάου κτήματα καὶ τὴν γυναῖκα ὑφελόμενος. ὁ τοιοῦτος πρὸς τοὺς ξένους διαβέβληται, πρὸς ἀδελφὸν ἕτερος, ἄλλος πρὸς υἱόν.