8
Δ. Εἶεν· οὐκοῦν ὅ γε ἰατρὸς ἐπὶ γῆς ἰᾶται καὶ τέχνην οὐδὲν ἐλάττονα ἔχει τῶν τεκτόνων. — Τί οὖν δὴ τοῦτο; — Δ. Ἆρά γε δοκεῖ σοι βούλεσθαι μόνος ἂν εἶναι τὴν τέχνην ἐπιστάμενος ἐν πόλει τηλικαύτῃ τὸ μέγεθος, καὶ ταῦτα πολλῶν νοσούντων; — Τί δὲ κωλύει βούλεσθαι μόνον εἶναι; τοῖς μὲν γὰρ ἄλλοις ἴσως χεῖρον οὐ δυναμένοις ὑφ’ ἑνὸς ἰατρεύεσθαι· τὸ δέ γε ἐκείνου τιμιώτερον οὕτως. οὐδὲ γὰρ εἰπεῖν ἔστιν ἡλίκων ἂν καὶ ὅσων μισθῶν τυγχάνοι μόνος ἐν τοσούτοις νοσοῦσιν ἱκανὸς ὢν ἰᾶσθαι. — Δ. Ἀλλ’ οὐ μαινόμενον ἰατρὸν λέγω σοι. —
9
Τί δέ; μαινομένου σοι δοκεῖ τὸ ἐπιθυμεῖν σφόδρα τιμᾶσθαι καὶ πολλὰ χρήματα λαμβάνειν; — Δ. Ὅταν γε αὐτὸς ὑπὸ ληθάργου ἐχόμενος ἢ φρενίτιδι περιπεσὼν χαίρῃ, ὅτι οὐδένα ἔχει τὸν ἰασόμενον οὐδὲ τὸν δώσοντα μανδραγόραν πιεῖν ἢ ἄλλο φάρμακον ὑγιεινόν, ἵνα δὴ μόνος ἔχῃ τοὺς ἐν τῇ πόλει μισθούς τε καὶ τιμάς. εἰ δὲ δὴ σὺν αὐτῷ καὶ τὰ παιδία νοσοῖ καὶ ἡ γυνὴ καὶ οἱ φίλοι πάντες ἐπισφαλῶς, ἆρα καὶ τότε εὔχοιτ’ ἂν μηθένα ἄλλον ἰατρὸν εὑρεθῆναι τὸν βοηθήσοντα· ἐὰν δὲ φανῇ τις, κατὰ τὸν Ἡσίοδον κοτέειν μέλλει καὶ ἐχθρὸν ἡγεῖσθαι τὸν αὑτοῦ σωτῆρα καὶ τῶν φιλτάτων;
10
φέρε, ἐὰν δὲ συμβῇ πρᾶγμα τοιοῦτον ὁποῖόν ποτε συνέτυχε περὶ τοὺς Αἰγυπτίους ἰατρούς· ἐκεῖνοι γὰρ ἰώμενοι Δαρεῖον τὸν Πέρσην, ὡς ἔτυχεν αὐτῷ πεσόντι ἀπὸ τοῦ ἵππου μεταχωρήσας ὁ ἀστράγαλος, οὐχ οἷοί τε ἦσαν ἰᾶσθαι κατὰ τὴν αὑτῶν τέχνην, ἀλλ’ εἰς ἀγρυπνίας τε καὶ ἀλγηδόνας δεινὰς ἐνέβαλον αὐτόν, ἕλκοντες καὶ βιαζόμενοι τὸ ἄρθρον. τούτους μὲν οὖν ἐκέλευσε φυλάττειν, ὅπως ἀποθάνοιεν στρεβλωθέντες. πυθόμενος δ’ ἐν τοῖς αἰχμαλώτοις εἶναί τινα Ἕλληνα ἐπιχειροῦντα ἰᾶσθαι, καλέσας αὐτὸν ὑπὸ ἀμηχανίας ἐκέλευσεν, εἴ τι ἔχοι, βοηθεῖν.