15
— Δ. Ὅτι πρὸς τῷ μεγαλόφρων τε εἶναι καὶ ἄλυπος ὁ νοῦν ἔχων καὶ φιλάνθρωπος καὶ τὴν ἀρετὴν ἐπίστασθαι συμφέρουσαν αὐτῷ τήν τε αὑτοῦ καὶ τὴν τῶν πέλας καὶ μηδέποτε ἂν ὑπὲρ τούτων μηδένα μηδὲ τῶν φαυλοτέρων ἄλλον ἄλλῳ φθονεῖν, ἃ κοινὰ ὑπάρχει πᾶσιν ἀγαθά· πρὸς τούτοις πᾶσιν οὐδὲ τῶν ἄλλων, ἐφ’ οἷς ὅ τε φθόνος γίγνεται καὶ τὸ βασκαίνειν ἀλλήλοις τοὺς πολλοὺς, οὔτε θαυμάζει τὸ παράπαν οὐδὲν οὔτε ἄξιον σπουδῆς νενόμικεν, οἷον δὴ χθὲς περὶ πλούτου ἐλέγομεν.
16
ὥστε οὐδ’ ἂν φθονήσειεν οὐδενὶ χρυσοῦ ἢ ἀργύρου ἢ βοσκημάτων ἢ οἰκίας ἢ ἄλλου τῶν τοιούτων, ὑπὲρ ὧν ἐλέγομεν· ὥς φησιν ἕτερος ποιητής, οὐχ αὑτοῦ γνώμην ἀποφαινόμενος, ἀλλὰ τὴν τῶν ἀνθρώπων ἐξηγούμενος δόξαν· οἷσίν τ’ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται· ὡς μόνον καλουμένων αὐτῶν ἀφνειῶν, ἀλλ’ οὐκ ὄντων κατ’ ἀλήθειαν.
17
εἶεν· οὐκοῦν χρημάτων μὲν κρείττων ὁ γενναῖος καὶ τέλειος ἀνὴρ ἡμῖν δοκεῖ· περὶ δὲ δόξης τυχὸν ἐρίζοι ἂν καὶ φθονοῖ, οὓς ἂν τιμωμένους μᾶλλον παρὰ τῷ πλήθει βλέπῃ καὶ μειζόνων ἐπαίνων τυγχάνοντας; ἢ οὐκ ἀγνοεῖν φήσομεν ὡς ἔστιν ἡ δόξα ὁ παρὰ τῶν πολλῶν ἔπαινος· εἰ δὲ τῶν πολλῶν, δῆλον ὅτι τῶν οὐκ εἰδότων; —
18
Οὐδαμῶς τοῦτό γε εἰκὸς αὐτὸν ἀγνοεῖν. — Δ. Φέρε οὐκ οὖν δοκεῖ σοι ἀγαθὸς αὐλητὴς ἥδεσθαι ἐπὶ τῇ τέχνῃ καὶ μέγα φρονεῖν ὑπὸ ἀμούσων καὶ ἀτέχνων ἐπαινούμενος, κἂν εἰ περιστάντες αὐτὸν παῖδες συφορβοὶ καὶ ποιμένες θαυμάζοιεν καὶ κροτοῖεν, ἐπαίρεσθαι ἐπ’ αὐτῷ τούτῳ καὶ τοῦ παντὸς ἄξιον ἡγεῖσθαι τὸν παῤ ἐκείνων ἔπαινον; ἀλλὰ μὴν ἐδήλωσεν ὁ Θηβαῖος αὐλητὴς οὐδὲ τῷ θεάτρῳ πάνυ προσέχων τὸν νοῦν οὐδὲ τοῖς κριταῖς ἀπείροις οὖσιν αὐλήσεως, καὶ ταῦτα περὶ ἄθλου καὶ νίκης ἀγωνιζόμενος· ἀλλ̓ ὅμως οὐδὲ μικρὸν ἐκβῆναι τοῦ ῥυθμοῦ τοῦ πρέποντος ἐτόλμησεν, αὑτῷ δὲ καὶ ταῖς Μούσαις αὐλεῖν ἔφη.