19
τί οὖν; οἴει τὸν Ὀρφέα, τὸν τῆς Μούσης υἱόν, εἰ ἀληθὴς ὁ κατ’ αὐτὸν μῦθος, μᾶλλον ἂν χαίρειν τῶν ὀρνίθων καταπετομένων πρὸς αὐτὸν ᾅδοντα καὶ τῶν θηρίων κηλουμένων ὑπὸ τῆς φωνῆς καὶ παρεστηκότων πρᾴως καὶ ἀθορύβως, ὁπότε ἄρξαιτο μελῳδεῖν, ἔτι δὲ τῶν δένδρων προσιόντων ἅμα τῷ καρπῷ τε καὶ ἄνθει, καὶ τῶν λίθων κινουμένων καὶ ξυνιόντων, ὥστε μεγάλα ἕρματα ἀθροίζεσθαι λίθων πλησίον αὐτοῦ, μᾶλλον ἐπὶ τούτοις γιγνομένοις ὁρῶντα τέρπεσθαι καὶ μεγαλαυχεῖσθαι, νομίζοντα τῆς μουσικῆς ἥκειν ἐπ’ ἄκρον, ἢ εἴπερ ἡ μήτηρ αὐτὸν ἡ Καλλιόπη κιθαρίζοντα ἐπῄνεσέ τε καὶ εἶπε καταψήσασα ἅμα τὴν κεφαλήν, ὡς ἱκανῶς ἔχοι μουσικῆς καὶ σοφώτατος εἴη τὰ τῆς τέχνης;
20
ἐγὼ μὲν γὰρ οἶμαι μᾶλλον ὑπὸ Φιλάμμωνος αὐτὸν ἐθέλειν ἐπαινεθῆναι περὶ μουσικὴν ἢ εἴ τις ἦν τῶν τότε ἔμπειρος κιθαρῳδίας ἢ ξυμπάντων ἁπλῶς τῶν θηρίων τε καὶ ὀρνέων· ἀλλ̓ οὐδὲ τῶν κύκνων ἐπιβοώντων καὶ συμφθεγγομένων φροντίσαι ἂν οὐδέν, ὅτι οὐκ εἶχον τέχνην οὐδὲ ἐπιστήμην περὶ τὸ μελῳδεῖν. εἶεν τί δέ; ὑγιείας μάρτυρα καὶ ἐπαινέτην βούλοιτ’ ἂν ὁ νοῦν ἔχων ἀνὴρ ἕνα λαβεῖν, ὅστις ἰατρικὸς καὶ περὶ σώματος θεραπείας ἔμπειρος, ἢ πολλὰς μυριάδας ἀνθρώπων οὐδὲν ἐπαϊόντων, οἵ, ἂν οὕτω τύχῃ, πεπρημένον ὁρῶντες αὐτὸν ὑπὸ νόσου καὶ οἰδοῦντα καὶ ὕπουλον, μακαρίζοιεν ὡς Πουλυδάμαντα τὸν Θετταλὸν καὶ Γλαῦκον τὸν Καρύστιον ἡγούμενοι διαφέρειν εὐεξίᾳ;
21
ἀλλὰ εἰς μὲν αὔλησιν καὶ κιθαρῳδίαν καὶ τὸ περιεῖναι παλαίοντα ἢ πυκτεύοντα τῶν ἄλλων ἁπάντων οὐδαμῶς ὁ τῶν ἐπισταμένων ἔπαινος ἥδιστος τοῖς εἰδόσι καὶ πλείστης σπουδῆς ἄξιος· εἰς δὲ φρόνησιν καὶ δικαιοσύνην καὶ ξύμπασαν ἀρετὴν ἱκανὸς εὐφρᾶναι τὸν νοῦν ἔχοντα καὶ ἀποπληρῶσαι τὴν διάνοιαν ὁ τῶν ἠλιθίων καὶ τῶν ἐπιτυχόντων; —