42
ὁ δὲ οὐκ ὀργίζεται πρὸς αὐτοὺς οὐδ’ ἔχει χαλεπῶς, ἀλλ’ ἔστιν οἶμαι καὶ πατρὸς εὐνούστερος ἑκάστῳ καὶ ἀδελφῶν καὶ φίλων, καὶ δὴ καὶ τοὺς πολίτας τοὺς αὑτοῦ καὶ φίλους καὶ συγγενεῖς αἰδούμενος μέν, οὐκ ἀποκρυπτόμενος δὲ νουθετεῖ τοσούτῳ μᾶλλον ὅσον τῶν ἄλλων οἰκειοτέρους τε καὶ ἀναγκαιοτέρους νενόμικεν, ὡς οἷόν τε ἐπιτείνας τοὺς λόγους καὶ σφοδροτέραν τὴν νουθεσίαν καὶ παρακέλευσιν ποιούμενος, αὑτῷ τε κἀκείνοις.
43
οὐδὲ γὰρ ἰατρός, ὅτῳ ἀνάγκη πατέρα ἢ μητέρα ἢ τοὺς ἑαυτοῦ παῖδας ἰᾶσθαι νοσοῦντας ἢ καὶ αὑτὸν διὰ σπάνιν τε καὶ ἐρημίαν ἄλλων ἰατρῶν, εἰ δέοι τέμνειν ἢ καίειν, ὅτι φιλεῖ τὰ τέκνα καὶ τὸν πατέρα αἰσχύνεται καὶ τὴν μητέρα, διὰ τοῦτο ἀμβλυτέρῳ τῷ σιδήρῳ τέμοι ἂν καὶ χλιαρωτέρῳ τῷ πυρὶ καίοι, τοὐναντίον δὲ ὡς οἷόν τε ἰσχύοντι καὶ ἀκμαίῳ.
44
τὸν γοῦν Ἡρακλέα φασίν, ἐπειδὴ οὐκ ἐδύνατο ἰάσασθαι τὸ σῶμα ὑπὸ νόσου δεινῆς κατεχόμενον, τοὺς υἱοὺς καλέσαι πρώτους κελεύοντα ὑποπρῆσαι λαμπροτάτῳ πυρί· τῶν δὲ ὀκνούντων καὶ ἀποστρεφομένων, λοιδορεῖν αὐτοὺς ὡς μαλακούς τε καὶ ἀναξίους αὑτοῦ καὶ τῇ μητρὶ μᾶλλον ἐοικότας, λέγοντα, ὡς ὁ ποιητής φησι, ποῖ μεταστρέφεσθ̓, ὦ κακοὶ καὶ ἀνάξιοι τῆς ἐμῆς σπορᾶς, Αἰτωλίδος ἀγάλματα μητρός;
45
οὐκοῦν αὑτῷ πρώτῳ χρὴ καὶ τοῖς φιλτάτοις καὶ ἐγγυτάτω μετὰ πλείστης παρρησίας τε καὶ ἐλευθερίας προσφέρεσθαι, μηδὲν ἀποκνοῦντα μηδὲ ὑφιέμενον ἐν τοῖς λόγοις. πολὺ γὰρ χεῖρον καὶ διεφθαρμένου σώματος καὶ νοσοῦντος ψυχὴ διεφθαρμένη, μὰ Δία οὐχ ὑπὸ φαρμάκων χριστῶν ἢ ποτῶν οὐδὲ ὑπὸ ἰοῦ τινος διεσθίοντος, ἀλλ’ ὑπό τε ἀγνοίας καὶ πονηρίας καὶ ὕβρεως καὶ φθόνου δὴ καὶ λύπης καὶ μυρίων ἐπιθυμιῶν. τοῦτο τὸ νόσημα καὶ τὸ πάθος χαλεπώτερον ἐκείνου καὶ πολὺ μείζονος καὶ λαμπροτέρου δεόμενον ἐμπρησμοῦ· ἐφ’ ἣν ἴασιν καὶ ἀπόλυσιν χρὴ παρακαλεῖν ἀπροφασίστως καὶ πατέρα καὶ υἱὸν καὶ ξυγγενῆ καὶ ἀλλότριον καὶ πολίτην καὶ ξένον.
(62)ΠΕΡΙ ΠΛΟΥΤΟΥ.