1
Φέρε πρὸς θεῶν, ἐπὶ τίνι μάλιστα θαυμάζειν καὶ ἐπὶ τῷ μέγα φρονεῖν καὶ μακαρίζειν ἄξιον πόλιν ἁπασῶν μεγίστην καὶ δυνατωτάτην; πότερον ἐπὶ νόμων ἀρετῇ καὶ πολιτῶν ἐπιεικείᾳ καὶ σωφροσύνῃ τῶν ἀρχόντων, ἢ ταῦτα μὲν μικρὰ καὶ οὐδενὸς ἄξια καὶ ῥᾴδια τοῖς τυχοῦσιν, ἐπὶ δὲ ἀνθρώπων πλήθει καὶ ἀγορᾶς ἀφθονίᾳ καὶ τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων δεῖ μακαρίζειν αὐτὴν καὶ τοῖς Σήρων καὶ Βαβυλωνίων ὑφάσμασι, καὶ ὅτι χρυσῷ τὰς οἰκίας ἐρέπτουσι, καὶ μεστὰ πάντα ἀργύρου καὶ ἠλέκτρου καὶ ἐλέφαντος, ὁποῖα Όμηρος εἴρηκε τὰ Ἀλκινόου καὶ τὰ Μενελάου βασίλεια ὑπερβάλλων τό τε ἀληθὲς καὶ τὸ δυνατὸν σχεδόν, οὕτως ἅπασαν ἠσκημένην τὴν πόλιν· καὶ νὴ Δία ἐπὶ ταῖς γραφαῖς καὶ τοῖς ἀνδριᾶσιν, ὧν οὐδὲν ὤνησε τοὺς πρότερον ἔχοντας, ἀλλὰ παρ’ ὧν ἐκεῖνα ἐκομίσθη, τούτους ἴδοι τις ἂν δούλους καὶ ταπεινοὺς καὶ πένητας;
2
εἰ γὰρ γὰρ ἦν ὄφελός τι χαλκοῦ καλῶς κεκραμένου καὶ κρατήρων καὶ βωμῶν καὶ θυμιατηρίων περιττῶς εἰργασμένων, ἡ Κορινθίων πόλις ἂν εὐδαίμων ἦν καὶ πολὺν ᾠκεῖτο ἂν χρόνον, σῴζουσα τοὺς ἑαυτῆς οἰκήτορας καὶ πολίτας· εἰ δ’ αὖ λίθων εὐχρόων καὶ ποικίλων, ἡ Τηίων ἢ Καρυστίων καί τινων Αἰγυπτίων καὶ Φρυγῶν, παρ’ οἷς ἐστι τὰ ὄρη ποικίλα· ἀκούω δ’ ἔγωγε τῶν ὀρῶν τὰς πάνυ παλαιὰς τῆς αὐτῆς εἶναι πέτρας· ἀλλ’ ὅμως οὐδενός εἰσι βελτίους οὐδ’ εὐτυχέστεροι τῶν πάνυ ταπεινῶν τε καὶ ἀθλίων.
3
εἰ δέ γε ὠφέλει τὸ κεκτῆσθαι χρυσίον, οὐδὲν ἐκώλυεν Αἰθίοπας τοὺς ἄνω μακαριωτάτους εἶναι δοκεῖν, ὅπου τὸ χρυσίον ἀτιμότερον ἢ παρ’ ἡμῖν ὁ μόλιβδος, καί φασιν αὐτόθι τοὺς κακούργους ἐν παχείαις χρυσοῦ δεδέσθαι πέδαις, ἀλλ’ οὐδὲν ἧττόν εἰσι δεσμῶται καὶ πονηροὶ καὶ ἄδικοι. τὸ δὲ μακαρίζειν τοὺς πλουσίους καὶ πολλὰ χρήματα ἔχοντας, τὰ δὲ ἄλλα μηδὲν διαφέροντας τῶν πάνυ φαύλων, ὅμοιον ὡς εἴ τις τοὺς ἐκεῖ δεσμώτας ἰδὼν προϊόντας ἐκ τῆς εἱρκτῆς ἐζήλου, καὶ πάντων εὐδαιμονέστατον ἔκρινε τὸν ἔχοντα τὰς μείζους πέδας.