2
πλὴν τούτους οὐκ ἄξιον ἴσως θαυμάσαι ὅτι οὔτε ἑλεῖν οὔτε φυλάξασθαι δύνανται ὃ τυγχάνουσιν ἀγνοοῦντες. εἰ γοῦν ἐτύγχανον ἀγνοοῦντες πρόβατον καὶ λύκον ὅ,τι ἐστὶν ἑκάτερον αὐτοῖν, ὅμως δὲ ἡγοῦντο τὸ μὲν ὠφέλιμον καὶ κτήσασθαι ἀγαθόν, τὸ δὲ βλαβερὸν καὶ ἀσύμφορον, οὐκ ἂν ἦν θαυμαστὸν οὐδέν, εἰ τὸ μὲν πρόβατον ἐφοβοῦντο καὶ ἔφευγον ἐνίοτε ὡς λύκον, τὸν δὲ λύκον προσίεντο καὶ ὑπέμενον, νομίσαντες πρόβατον· ἡ γὰρ ἄγνοια τοιαῦτα ἐργάζεται τοὺς οὐκ εἰδότας καὶ ἀναγκάζει τἀναντία φεύγειν καὶ διώκειν ὧν βούλονται καὶ τῶν συμφερόντων.
3
φέρε δὴ σκεψώμεθα εἰ ἄρα τι οἱ πολλοὶ ἐπίστανται περὶ ἐλευθερίας καὶ δουλείας σαφές. ἴσως γάρ τοι μάτην αὐτοὺς αἰτιώμεθα, οἱ δὲ παντὸς μᾶλλον ταῦτα ἴσασιν. εἰ οὖν ἔροιτό τις αὐτοὺς ὅ,τι ἐστὶ τὸ ἐλεύθερον εἶναι, φαῖεν ἂν ἴσως τὸ μηδενὸς ὑπήκοον, ἀλλὰ πράττειν ἁπλῶς τὰ δοκοῦντα ἑαυτῷ.
4
τὸν δὲ τοῦτο ἀποκρινάμενον ἐάν τις ἐπερωτᾷ, εἰ ἐν χορῷ χορευτὴν ὄντα μὴ προσέχειν τῷ κορυφαίῳ μηδὲ ὑπήκοον εἶναι αὐτοῦ, ἀλλ’ ᾅδειν τε καὶ ἀπᾴδειν, ὅπως ἂν αὐτῷ ἐπίῃ, τοῦτο καλὸν οἴεται εἶναι καὶ ἐλευθέριον, τὸ δὲ ἐναντίον τούτου, τὸ προσέχειν καὶ πείθεσθαι τῷ ἡγεμόνι τοῦ χοροῦ, καὶ τότε ἄρχεσθαι καὶ παύεσθαι ᾅδοντα ὁπόταν ἐκεῖνος κελεύσῃ, αἰσχρὸν εἶναι καὶ δουλοπρεπές, οὐκ ἂν οἶμαι ὁμολογοῖ.
5
οὐδὲ εἴ τις ἐρωτήσειε, πλέοντα μὴ φροντίζειν τοῦ κυβερνήτου μηδὲ ποιεῖν ἅττ’ ἂν ἐκεῖνος εἴπῃ, εἰ τὸ τοιοῦτον ἐλευθέριον οἴοιτο· οἷον κελεύσαντος καθῆσθαι ἑστάναι ἐν τῇ νηί, ἂν αὐτῷ μὴ ἐπίῃ, κἂν κελεύσῃ ἀντλεῖν ποτε ἢ συνέλκειν τὰ ἱστία, μήτ’ ἀντλῆσαι μήθ’ ἅψασθαι τῶν κάλων, οὐδὲ τοῦτον εἴποι ἂν ἐλεύθερον οὐδὲ ζηλωτόν, ὅτι πράττει τὰ δοκοῦντα αὑτῷ.
6
καὶ μὴν τούς γε στρατιώτας οὐκ ἂν φαίη δούλους εἶναι, διότι ὑπήκοοί εἰσι τοῦ στρατηγοῦ, καὶ τότε ἀνίστανται ὁπόταν ἐκεῖνος προστάξῃ, καὶ σῖτον αἱροῦνται καὶ ὅπλα λαμβάνουσι καὶ παρατάττονται καὶ ἐπίασι καὶ ἀναχωροῦσιν οὐκ ἄλλως ἢ τοῦ στρατηγοῦ κελεύσαντος· οὐδέ γε τοὺς κάμνοντας, ὅτι πείθονται τοῖς ἰατροῖς, οὐ διὰ τοῦτο φήσουσι δούλους εἶναι·