7
καίτοι οὐ σμικρά γε οὐδὲ ῥᾴδια πείθονται αὐτοῖς, ἀλλὰ καὶ πεινῆν καὶ διψῆν ἐνίοτε προστάττουσι· κἂν δόξῃ ποτὲ τῷ ἰατρῷ τὸν κάμνοντα δῆσαι, παραχρῆμα ἐδέθη, κἂν τεμεῖν ἢ καῦσαι, καυθήσεται καὶ τμηθήσεται ἐφ’ ὅσον ἂν ἐκείνῳ δοκῇ· ἐὰν δὲ μὴ πείθηται, πάντες οἱ ἐν τῇ οἰκίᾳ τῷ ἰατρῷ συναγωνιοῦνται, οὐ μόνον οἱ ἐλεύθεροι, ἀλλὰ πολλάκις οἱ τοῦ νοσοῦντος οἰκέται αὐτοὶ καταδοῦσι τὸν δεσπότην, καὶ τὸ πῦρ κομίζουσιν, ὅπως καυθήσεται, καὶ τἄλλα ὑπηρετοῦσιν.
8
μὴ οὖν οὐ φῂς ἐλεύθερον εἶναι τὸν ἄνδρα τοῦτον, ὅτι πολλὰ καὶ ἀηδῆ ἑτέρου κελεύοντος ὑπομένει; οὐ γὰρ δήπου τὸν Περσῶν βασιλέα Δαρεῖον οὐκ ἂν ἔφης ἐλεύθερον εἶναι, ἐπειδὴ καταπεσὼν ἀπὸ τοῦ ἵππου ἐν κυνηγεσίοις, τοῦ ἀστραγάλου ἐκχωρήσαντος, ὑπήκουε τοῖς ἰατροῖς ἕλκουσι καὶ στρεβλοῦσιν αὐτοῦ τὸν πόδα, ὅπως καταστήσεται τὸ ἄρθρον, καὶ ταῦτα Αἰγυπτίοις ἀνθρώποις· οὐδ’ αὖ Ξέρξην, ὁπηνίκα ἀναχωρῶν ἐκ τῆς Ἑλλάδος καὶ χειμαζόμενος ἐν τῇ νηὶ πάντα ἐπείθετο τῷ κυβερνήτῃ καὶ παρὰ τὴν ἐκείνου γνώμην οὐκ ἐπέτρεπεν αὑτῷ οὐδὲ νεῦσαι οὐδὲ μεταβῆναι. οὔκουν τὸ μηδενὸς ἀνθρώπων ὑπακούειν οὐδὲ τὸ πράττειν ὅ,τι ἄν τις ἐθέλῃ ἐλευθερίαν ἔτι φήσουσιν εἶναι.
9
ἀλλ’ ἴσως ἐροῦσιν ὅτι οὗτοι μὲν ἐπὶ τῷ αὑτῶν συμφέροντι ὑπακούουσιν, ὡς οἱ πλέοντες τῷ κυβερνήτῃ καὶ οἱ στρατιῶται τῷ στρατηγῷ, καὶ οἱ κάμνοντες δὲ τῷ ἰατρῷ διὰ τοῦτο πείθονται. οὐδὲ γὰρ ἄλλ’ ἄττα προστάττουσιν οὗτοι ἢ τὰ συμφέροντα αὐτοῖς. οἱ δέ γε δεσπόται τοῖς δούλοις οὐ ταῦτα ἐπιτάττουσιν ἃ ἐκείνοις συνοίσει, ἀλλ’ ὅπερ αὑτοῖς οἴονται λυσιτελεῖν.
10
τί δή; ἆρά γε συμφέρει τῷ δεσπότῃ τὸ τεθνάναι τὸν οἰκέτην ἢ νοσεῖν ἢ πονηρὸν εἶναι; οὐδεὶς ἂν εἴποι, ἀλλὰ τοὐναντίον οἶμαι τό τε ζῆν καὶ ὑγιαίνειν καὶ χρηστὸν εἶναι. τὰ αὐτὰ δὲ ταῦτα φανεῖται καὶ τῷ οἰκέτῃ συμφέροντα· ὥστε καὶ τῷ οἰκέτῃ ὁ δεσπότης οὐδὲν ἧττον, ἄνπερ ἔχῃ νοῦν, τὰ συμφέροντα ἐκείνῳ προστάξει· ταῦτα γὰρ καὶ αὐτῷ φαίνεται συμφέρειν.