26
καὶ ὁ Ἀλέξανδρος φοβηθεὶς μὴ ἄρα ἄπειρος ἀναφανῇ τῆς βασιλικῆς ἐπιστήμης, Καὶ τίς, ἔφη, σοι δοκεῖ τὴν τέχνην ταύτην παραδιδόναι;
27
ἢ ποῖ δεῖ πορευθέντα μαθεῖν; ὁ οὖν Διογένης εἶπεν, Ἀλλʼ ἐπίστασαι αὐτήν, εἴπερ ἀληθὴς ὁ τῆς Ὀλυμπιάδος λόγος καὶ γέγονας ἐκ τοῦ Διός· ἐκεῖνοσγάρ ἐστιν ὁ τὴν ἐπιστήμην ταύτην πρῶτος καὶ μάλιστα ἔχων καὶ οἷς ἐθέλει μεταδιδούς· οἷς δὲ ἂν μεταδῷ, πάντες οὗτοι Διὸς παῖδές εἰσί τε καὶ λέγονται.
28
ἢ σὺ οἴει τοὺς σοφιστὰς εἶναι τοὺς διδάσκοντας βασιλεύειν; ἀλλʼ ἐκείνων μὲν οἱ πολλοὶ οὐχ ὅπως βασιλεύειν, ἀλλʼ οὐδὲ ζῆν ἴσασιν.
29
οὐκ οἶσθα, ἔφη, ὅτι διττή ἐστιν ἡ παιδεία, ἡ μέν τις δαιμόνιος, ἡ δὲ ἀνθρωπίνη; ἡ μὲν οὖν θεία μεγάλη καὶ ἰσχυρὰ καὶ ῥᾳδία, ἡ δὲ ἀνθρωπίνη μικρὰ καὶ ἀσθενὴς καὶ πολλοὺς ἔχουσα κινδύνους καὶ ἀπάτην οὐκ ὀλίγην· ὅμως δὲ ἀναγκαία προσγενέσθαι ἐκείνῃ, εἰ ὀρθῶς γίγνοιτο.
30
καλοῦσι δὲ οἱ πολλοὶ ταύτην μὲν παιδείαν, καθάπερ οἶμαι παιδιάν, καὶ νομίζουσι τὸν πλεῖστα γράμματα εἰδότα, Περσικά τε καὶ Ἑλληνικὰ καὶ τὰ Σύρων καὶ τὰ Φοινίκων, καὶ πλείστοις ἐντυγχάνοντα βιβλίοις, τοῦτον σοφώτατον καὶ μάλιστα πεπαιδευμένον· πάλιν δὲ ὅταν ἐντύχωσι τῶν τοιούτων τισὶ μοχθηροῖς καὶ δειλοῖς καὶ φιλαργύροις, ὀλίγου ἄξιόν φασι τὸ πρᾶγμα καὶ τὸν ἄνθρωπον· τὴν δὲ ἑτέραν ἐνίοτε μὲν παιδείαν, ἐνίοτε δὲ ἀνδρείαν καὶ μεγαλοφροσύνην.
31
καὶ οὕτω δὴ Διὸς παῖδας ἐκάλουν οἱ πρότερον τοὺς τῆς ἀγαθῆς παιδείας ἐπιτυγχάνοντας καὶ τὰς ψυχὰς ἀνδρείους, πεπαιδευμένους ὡς Ἡρακλέα ἐκεῖνον. οὐκοῦν ὅστις ἂν ἐκείνην τὴν παιδείαν ἔχῃ καλῶς πεφυκώς, ῥᾳδίως καὶ ταύτης γίγνεται μέτοχος, ὀλίγα ἀκούσας καὶ ὀλιγάκις, αὐτὰ τὰ μέγιστα καὶ κυριώτατα, καὶ μεμύηται καὶ φυλάττει ἐν τῇ ψυχῇ.
32
καὶ οὐδεὶς ἂν αὐτόν τι τούτων ἀφέλοιτο οὔτε καιρὸς οὔτε ἄνθρωπος σοφιστής, ἀλλʼ οὐδʼ ἂν πυρί τις ἐκκαῦσαι βουλόμενος· ἀλλὰ κἂν ἐμπρήσῃ τις τὸν ἄνθρωπον, ὥσπερ τὸν Ἡρακλέα φασὶν αὑτὸν ἐμπρῆσαι, μένοι ἂν αὐτοῦ τὰ δόγματα ἐν τῇ ψυχῇ, καθάπερ οἶμαι τῶν κατακαιομένων νεκρῶν τοὺς ὀδόντας φασὶ διαμένειν, τοῦ ἄλλου σώματος δαπανηθέντος ὑπὸ τοῦ πυρός.