15
Τί δέ; τοῖς ἀκολάστοις ἀνθρώποις, ὅσα ποιοῦσι διὰ τὴν ἀκολασίαν, καὶ τοῖς ἀνοήτοις, ὅσα διὰ τὴν ἄνοιαν, ἢ οὐσίας ἀμελοῦντες ἢ σώματος ἢ ἀδίκως καὶ ἀγνωμόνως προσφερόμενοι ἀλλήλοις, οὐ πάντα ταῦτα ἐπιζήμια τοῖς ποιοῦσίν ἐστιν; ἢ γὰρ εἰς τὸ σῶμα ἢ τὴν οὐσίαν ἢ τὸ μέγιστον τὴν ψυχὴν τὴν αὑτῶν βλάπτονται. Τοῦτο μὲν ἀληθὲς λέγεις. Οὔκουν οὐδὲ ταῦτα ἔξεστι πράττειν; Οὐ γὰρ οὖν.
16
Ἑνὶ δὴ λόγῳ τὰ μὲν φαῦλα καὶ ἄτοπα καὶ ἀσύμφορα οὐκ ἔξεστι πράττειν, τὰ δὲ δίκαια καὶ συμφέροντα καὶ ἀγαθὰ χρὴ φάναι ὅτι προσήκει τε καὶ ἔξεστιν; Ἐμοὶ γοῦν δοκεῖ. Οὐκοῦν οὐδενὶ τά τε φαῦλα καὶ ἀσύμφορα ποιεῖν ἀζήμιόν ἐστιν οὔτε Έλληνι οὔτε βαρβάρῳ οὔτε ὑπὲρ ὅτου τις τιμὴν δέδωκεν ἀργύριον; Οὐ γὰρ οὖν. Τὰ δέ γε ἐναντία πᾶσιν ὁμοίως ἐφεῖται, καὶ οἱ μὲν τὰ ἐφειμένα πράττοντες ἀζήμιοι διατελοῦσιν, οἱ δὲ τὰ κεκωλυμένα ζημιοῦνται.
17
ἄλλοι οὖν δοκοῦσί σοι πράττειν ἃ ἔξεστιν ἢ οἱ ἐπιστάμενοι ταῦτα, καὶ ἄλλοι τἀναντία ἢ οἱ ἀγνοοῦντες; Οὐδαμῶς. Οὐκοῦν οἱ φρόνιμοι ὅσα βούλονται πράττειν, ἔξεστιν αὐτοῖς· οἱ δὲ ἄφρονες ὅσα βούλονται οὐκ ἐξὸν ἐπιχειροῦσι πράττειν· ὥστε ἀνάγκη τοὺς μὲν φρονίμους ἐλευθέρους τε εἶναι καὶ ἐξεῖναι αὐτοῖς ποιεῖν ὡς ἐθέλουσι, τοὺς δὲ ἀνοήτους δούλους τε εἶναι καὶ ἃ μὴ ἔξεστιν αὐτοῖς, ταῦτα ποιεῖν; Ἴσως.
18
Οὐκοῦν καὶ τὴν ἐλευθερίαν χρὴ λέγειν ἐπιστήμην τῶν ἐφειμένων καὶ τῶν κεκωλυμένων, τὴν δὲ δουλείαν ἄγνοιαν ὧν τε ἔξεστι καὶ ὧν μή. ἐκ δὲ τούτου τοῦ λόγου οὐδὲν ἂν κωλύοι τὸν μέγαν βασιλέα πάνυ μεγάλην τιάραν ἐπὶ τῆς κεφαλῆς ἔχοντα δοῦλον εἶναι καὶ μὴ ἐξεῖναι αὐτῷ πράττειν μηδὲν ὧν ποιεῖ· πάντα γὰρ ἐπιζημίως καὶ ἀσυμφόρως πράξει. ἄλλον δέ τινα δοῦλον δοκοῦντα καὶ ὀνομαζόμενον, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἂν οὕτω τύχῃ, πεπραμένον, εἰ δὲ ἄρα τοῦτο συμβαίνοι, πέδας πάνυ παχείας ἔχοντα, μᾶλλον ἐλεύθερον εἶναι τοῦ μεγάλου βασιλέως.