19
Ἐμοὶ μὲν σφόδρα δοκεῖ ἄτοπον, εἰ πέδας ἔχων τις ἢ ἐστιγμένος ἢ ἐν μυλῶνι ἀλῶν ἐλεύθερος ἔσται μᾶλλον τοῦ μεγάλου βασιλέως. Τί δέ; ἐν Θρᾴκῃ γέγονας; Ἔγωγε. Ἑώρακας οὖν ἐκεῖ τὰς γυναῖκας τὰς ἐλευθέρας στιγμάτων μεστάς, καὶ τοσούτῳ πλείονα ἐχούσας στίγματα καὶ ποικιλώτερα ὅσῳ ἂν βελτίους καὶ ἐκ βελτιόνων δοκῶσιν; Τί οὖν δὴ τοῦτο; Ότι βασίλισσαν, ὡς ἔοικεν, οὐδὲν κωλύει ἐστιγμένην εἶναι, βασιλέα δὲ οἴει κωλύειν;
20
σὺ τοίνυν οὐδὲ περὶ ἐκείνου τοῦ ἔθνους ἀκήκοας, παρ’ οἷς ὁ βασιλεὺς ἐν πύργῳ πάνυ ὑψηλῷ φυλάττεται, καὶ οὐκ ἔξεστιν αὐτῷ καταβῆναι ἀπὸ τοῦ πύργου; εἰ δέ γε ἀκηκόεις, ἠπίστω ἂν ὅτι καὶ περιειργμένον ἔστιν εἶναι βασιλέα. καὶ τυχὸν ἤκουες ἂν ἐκείνων τῶν ἀνθρώπων θαυμαζόντων, εἰ διηγοῦ σὺ περὶ τοῦ Περσῶν βασιλέως, καὶ ἀπιστούντων ὅτι ἔστι τις βασιλεὺς περιελαύνων ἐφ’ ἅρματος καὶ ὅποι βούλεται ἀπιών. Ἀλλὰ δεδεμένον οὐκ ἀποδείξεις βασιλέα.
21
Οὐ τῶν γε ἀνθρώπων τυχόν· ἐπεὶ ὅ γε τῶν θεῶν βασιλεὺς ὁ πρῶτος καὶ πρεσβύτατος δέδεται, ὥς φασιν, εἰ χρὴ πιστεύειν Ἡσιόδῳ τε καὶ Ὁμήρῳ καὶ ἄλλοις σοφοῖς ἀνδράσιν, οἳ περὶ Κρόνου ταῦτα λέγουσι, καὶ μὰ Δία οὐχ ὑπ’ ἐχθροῦ ἀδίκως παθόντα τοῦτο, ἀλλ’ ὑπὸ τοῦ δικαιοτάτου καὶ φιλτάτου, δῆλον ὅτι ὡς βασιλικὰ καὶ συμφέροντα ἐκείνῳ δρῶντος.
22
οἱ δὲ τοῦτο μὲν ἀγνοοῦσι καὶ οὐδέποτ’ ἂν οἰηθεῖεν πτωχὸν ἢ δεσμώτην ἢ ἄδοξον γενέσθαι βασιλέα, καίτοι τὸν Ὀδυσσέα ἀκούοντες ὅτι πτωχὸς ὢν καὶ τοὺς μνηστῆρας αἰτῶν οὐδὲν ἧττον βασιλεὺς ἦν καὶ τῆς οἰκίας κύριος· ὁ δὲ Ἀντίνους καὶ ὁ Εὐρύμαχος, οὓς Ὅμηρος ὠνόμαζε βασιλέας, ἄθλιοι καὶ δυστυχεῖς — ἀλλὰ ταῦτα μέν, ὡς ἔφην, ἀγνοοῦσι· σημεῖα δὲ αὐτοῖς περιτιθέασι τιάρας καὶ σκῆπτρα καὶ διαδήματα, μὴ λάθωσι βασιλεῖς ὄντες· ὥσπερ οἶμαι τοῖς βοσκήμασι χαρακτῆρας ἐπιβάλλουσιν οἱ δεσπόται, ὅπως ἐπίσημα ἔσται.