26
οὐκοῦν οὗτος ὁ παλαιότατος τρόπος, ἐξ οὗ πάντες οἱ λοιποὶ ἤρτηνται, σφόδρα ἀσθενὴς καὶ οὐδὲν ἔχων ἰσχυρόν· ὅταν γάρ ποτε δυνηθῶσιν ἐκεῖνοι πάλιν ἀποφυγεῖν, οὐδὲν κωλύει ἐλευθέρους εἶναι αὐτούς, ὡς ἀδίκως δουλεύοντας· ὥστε οὐδὲ πρότερόν ποτε δοῦλοι ἦσαν. ἐνίοτε δὲ οὐ μόνον αὐτοὶ ἀπέφυγον τὴν δουλείαν, ἀλλὰ καὶ τοὺς δεσπότας κατεδουλώσαντο. κἀνταῦθα ἤδη, φασίν, ὀστράκου μεταπεσόντος ἅπαν γίγνεται τοὐναντίον τῶν πρότερον. εἶπεν οὖν τις τῶν παρόντων ὅτι ἐκεῖνοι μὲν αὐτοὶ ἴσως οὐκ ἂν λέγοιντο δοῦλοι, τοῖς δὲ ἐξ ἐκείνων γενομένοις καὶ τοῖς δευτέροις καὶ τοῖς τρίτοις κυρίως ἂν ἤδη προσήκοι τοῦ ὀνόματος. Καὶ πῶς;
27
εἰ μὲν γὰρ τὸ ἁλῶναι ποιεῖ δουλεύειν, αὐτοῖς τοῖς ἑαλωκόσι μᾶλλον τούτου προσήκοι ἂν ἢ τοῖς ἐξ ἐκείνων· εἰ δὲ τὸ ἐκ δούλων γεγονέναι, δῆλον ὅτι ἐξ ἐλευθέρων ὄντες τῶν ἑαλωκότων οἱ μετ’ αὐτοὺς οὐκ ἂν εἶεν οἰκέται. καὶ γὰρ δὴ ὁρῶμεν ἐκείνους Μεσσηνίους, δι’ ὅσων ἐτῶν οὐ μόνον τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τὴν χώραν ἐκομίσαντο τὴν αὑτῶν.
28
ἐπεὶ γὰρ ἡττήθησαν ἐν Λεύκτροις ὑπὸ Θηβαίων Λακεδαιμόνιοι, στρατεύσαντες εἰς Πελοπόννησον Θηβαῖοι μετὰ τῶν συμμάχων ἠνάγκασαν τήν τε χώραν τὴν Μεσσηνίαν ἀποδοῦναι Λακεδαιμονίους καὶ ὅσοι ἦσαν ἀπ’ ἐκείνων γεγονότες, δουλεύοντας πρότερον παρὰ Λακεδαιμονίοις, τοὺς Εἴλωτας λεγομένους, κατῴκισαν πάλιν εἰς Μεσσήνην. καὶ ταῦτα οὐδείς φησιν ἀδίκως πεποιηκέναι τοὺς Θηβαίους, ἀλλὰ παγκάλως καὶ δικαίως. ὥστε εἴπερ οὗτος ὁ τρόπος οὐ δίκαιός ἐστι τῆς κτήσεως, ἐξ οὗ πάντες οἱ λοιποὶ τὴν ἀρχὴν ἔχουσι, κινδυνεύει μηδὲ ἄλλος μηθεὶς εἶναι, μηδὲ τῷ ὄντι κατ’ ἀλήθειαν δοῦλος λέγεσθαι.