32
ὁμοίως δὴ καὶ ἐπ’ ἀνθρώπων οὐκ ἄλλους μὲν εἰκός ἐστι γενναίους καὶ εὐγενεῖς λέγειν, ἄλλους δὲ ἐλευθέρους, ἀλλὰ τοὺς αὐτούς, οὐδὲ ἄλλους μὲν ἀγεννεῖς καὶ ταπεινούς, ἄλλους δὲ δούλους. καὶ οὕτω δὴ ἀποφαίνει ὁ λόγος οὐ τοὺς φιλοσόφους μεταφέροντας τὰ ὀνόματα, ἀλλὰ τοὺς πολλοὺς τῶν ἀνοήτων ἀνθρώπων διὰ τὴν ἀπειρίαν.
(66)ΠΕΡΙ ΛΥΠΗΣ.
1
Τὸ μὲν ὑφ’ ἡδονῆς κρατεῖσθαι τοὺς πολλοὺς αἰτίαν ἴσως ἔχει· κηλούμενοι γὰρ καὶ γοητευόμενοι παρὰ ταύτῃ μένουσι· τὸ δὲ λύπῃ δεδουλῶσθαι παντελῶς ἄλογον καὶ θαυμαστόν. ὀδυνώμενοι γὰρ καὶ βασανιζόμενοι τῇ χαλεπωτάτῃ πασῶν βασάνῳ μένομεν ἐν αὐτῇ καὶ τὸν λόγον τὸν ἐλευθεροῦντα ἡμᾶς καὶ ἀπαλλάσσοντα τῆς ἀλγηδόνος οὐ προσιέμεθα. καίτοι τί μὲν ταπεινότερον ἀνδρὸς λυπουμένου; τί δὲ οὕτως αἰσχρὸν θέαμα; καθικνεῖται καὶ γὰρ οἶμαι καὶ τοῦ σώματος τὸ πάθος καὶ τοῦτο συστέλλει καὶ σκυθρωπὸν καὶ δυσειδὲς ὀφθῆναι παρέχει.
2
τὸ δὲ μὴ μόνον εἴκειν τῇ φορᾷ τῆς διανοίας, ἀλλὰ καὶ προσμηχανᾶσθαί τινα ἔξωθεν, οἷον μέλαιναν ἐσθῆτα καὶ συμπλοκὰς χειρῶν καὶ ταπεινὰς καθέδρας, ὡς ὑπὸ τούτων πάντων ἀναγκάζεσθαι τρόπον τινὰ τὴν διάνοιαν μηδέποτε ἀφίστασθαι τῆς λύπης, ἀλλ’ ἀεὶ μνημονεύειν καὶ λυπεῖσθαι, διεγνωκότας δὴ ἔσεσθαί τινα ἀπαλλαγὴν τούτου καὶ μὴ πάντως ἀεὶ φαίνεσθαί τινα αἰτίαν τοῦ πάθους, οὐχὶ σφόδρα εὔηθες;
3
ἢ γὰρ προσήκοντος θάνατος λυπεῖ ἢ νόσος ἐκείνων τινὸς ἢ καὶ αὐτοῦ· πρὸς δὲ τούτοις ἀδοξία, χρημάτων ἀποβολὴ, τὸ μὴ περᾶναί τι τῶν προκειμένων ἢ παρὰ τὸ δέον, ἀσχολία, κίνδυνος, μυρία ἄλλα ὅσα συμβαίνει κατὰ τὸν βίον, καὶ σχεδὸν ἀνάγκη τούτων ἀεί τι παρεῖναι·