4
τὸ δὲ τελευταῖον, ἂν ἄρα γίγνηται χρόνος, ἐν ᾧ μηδὲν ἀπαντᾷ δύσκολον, ἀλλά τοι τὸ προσδοκᾶν αὐτὰ καὶ γιγνώσκειν ὡς δυνατόν ἐστι συμβῆναι, καθάψεται τῆς γνώμης τῶν οὕτως διακειμένων. οὔκουν καθ’ ἕκαστον αὐτῶν δεῖ ποιεῖσθαι τὴν παραμυθίαν ʽἀνήνυτον γὰρ τὸ πρᾶγμα καὶ λυπηρός ἐστιν ὁ βίοσ̓, ἀλλὰ ὅλως ἐξελόντα τῆς ψυχῆς τὸ πάθος καὶ τοῦτο κρίναντα βεβαίως, ὅτι μὴ λυπητέον ἐστὶ περὶ μηδενὸς τῷ νοῦν ἔχοντι, τὸ λοιπὸν ἐλευθεριάζειν, καὶ πάντων ἄδεια τῶν δυσχερῶν ἔσται. οὐδὲν γάρ ἐστιν αὐτὸ δεινόν, ἀλλὰ ὑπὸ τῆς δόξης καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας γίγνεται τοιοῦτον.
5
οἱ γοῦν πολλοί, ἐὰν γένηταί τι τῶν νομιζομένων ἀτόπων, ἀεὶ τούτου μνημονεύουσι, δυσχεροῦς οὔσης τῆς μνήμης, ὅμοιον δή τι πάσχοντες τοῖς παιδίοις. καὶ γὰρ ἐκεῖνα τοῦ πυρὸς ἅψασθαι προθυμεῖται, καίτοι σφόδρα ἀλγοῦντα, κἂν ἀφῇς, ἅψεται πάλιν.
6
ὥσπερ οὖν τοῖς εἰς πόλεμον ἐξιοῦσιν οὐδέν ἐστιν ὄφελος, ἂν γυμνοὶ προελθόντες ἔπειτα ἕκαστον τῶν φερομένων βελῶν ἐκκλίνειν ἐθέλωσιν ʽοὐ γὰρ ἔνι φυλάττεσθαι πάντἀ, δεῖ δὲ θώρακος στερεοῦ καὶ τῆς ἄλλης πανοπλίας, ὥστε, κἂν ἐμπέσῃ τι, μὴ διικνεῖσθαι, τὸν αὐτὸν τρόπον καὶ τοῖς εἰς τὸν βίον προελθοῦσιν οὐχ οἷόν τε ἐκκλίνειν οὐδὲ φυλάττεσθαι ὥστε ὑπὸ μηδενὸς παίεσθαι τῶν ἐκ τῆς τύχης, μυρίων ἐφ’ ἕκαστον φερομένων, ἀλλὰ διανοίας ἰσχυρᾶς ἐστιν ἡ χρεία, μάλιστα μὲν ἀτρώτου καὶ πρὸς μηδὲν εἰκούσης, εἰ δὲ μή, μή γε ῥᾳδίως μηδὲ ὑπὸ τοῦ τυχόντος τιτρωσκομένης· ἐπεὶ πολλάκις ἀνάγκη κεντεῖσθαι καὶ μυρία τραύματα λαμβάνειν.
7
καὶ γὰρ οἱ τοὺς πόδας ἔχοντες ἁπαλοὺς καὶ παντελῶς ἀτρίπτους, ἔπειτα γυμνοῖς αὐτοῖς βαδίζοντες, οὐδέποτε τοιαύτην εὑρήσουσιν ὁδὸν ὥστε μὴ νύττεσθαι μηδὲ ἀλγεῖν, ἀλλὰ καὶ τὸ τυχὸν αὐτῶν ἅπτεται· τοῖς δὲ ἠσκηκόσιν οὐδὲ ἡ πάνυ τραχεῖα χαλεπή. τοσούτων οὖν δυσκόλων ὄντων ἀπὸ τοῦ σώματος ἀρξαμένοις, τί δεῖ προσδοκᾶν ἢ πῶς ἔνεστιν ἑκάστου τούτων αἰσθανόμενον καὶ ῥᾳδίως ἐνδιδόντα μὴ κακοδαιμονέστατον ἁπάντων εἶναι, ἀεὶπροσευχόμενον τοῖς θεοῖς ὅπως μὴ τοῦτο μηδὲ τοῦτο συμβῇ·