1
Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων ὑπὲρ τούτων οἴονται λέγειν τῷ φιλοσόφῳ προσήκειν ὑπὲρ ὧν ἕκαστος οὐκ ἔχει τὴν ἀληθῆ δόξαν, ὅπως ἀκούσαντες ὑπὲρ ὧν ἀγνοοῦσι μάθωσι· περὶ δὲ τῶν γνωρίμων καὶ πᾶσιν ὁμοίως φαινομένων περιττὸν εἶναι διδάσκειν. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἡμᾶς οἷς νομίζομεν ὀρθῶς ἔχειν ἐμμένοντας καὶ μηδὲν ἔξωθεν πράττοντας τῆς ὑπαρχούσης ὑπολήψεως, οὐδ᾽ ἂν αὐτὸς ᾤμην ἀναγκαῖον εἶναι διατείνασθαι περὶ τῶν προδήλων.
2
ἐπεὶ δὲ οὐχὶ τὴν ἄγνοιαν ἡμᾶς τῶν ἀγαθῶν καὶ τῶν κακῶν τοσοῦτον ὁρῶ λυποῦσαν ὅσον τὸ μὴ πείθεσθαι τοῖς ὑπὲρ τούτων διαλογισμοῖς μηδὲ ἀκολουθεῖν αἷς ἔχομεν αὐτοὶ δόξαις, μεγάλην ὠφέλειαν ἡγοῦμαι τὸ συνεχῶς ἀναμιμνήσκειν καὶ διὰ τοῦ λόγου παρακαλεῖν πρὸς τὸ πείθεσθαι καὶ φυλάττειν ἔργῳ τὸ προσῆκον. ὥσπερ γὰρ οἶμαι καὶ τοὺς ἰατροὺς καὶ τοὺς κυβερνήτας ὁρῶμεν πολλάκις τὰ αὐτὰ προστάττοντας, καίτοι τὸ πρῶτον ἀκηκοότων οἷς ἂν κελεύωσιν, ἀλλ̓ ἐπειδὰν ἀμελοῦντας αὐτοὺς καὶ μὴ προσέχοντας βλέπωσιν, οὕτως καὶ κατὰ τὸν βίον χρήσιμόν ἐστι γίγνεσθαι πολλάκις περὶ τῶν αὐτῶν τοὺς λόγους, ὅταν εἰδῶσι μὲν οἱ πολλοὶ τὸ δέον, μὴ μέντοι πράττωσιν.
3
οὐ γάρ ἐστι τέλος οὔτε τοῖς κάμνουσι τὸ γνῶναι τὸ συμφέρον αὐτοῖς, ἀλλ’ οἶμαι τὸ χρήσασθαι· τοῦτο γὰρ αὐτοῖς παρέξει τὴν ὑγίειαν· οὔτε τοῖς ἄλλοις τὸ μαθεῖν γε τὰ ὠφελοῦντα καὶ βλάπτοντα πρὸς τὸν βίον, ἀλλὰ τὸ μὴ διαμαρτάνειν ἐν τῇ τούτων αἱρέσει. καθάπερ γὰρ ἔστιν ἰδεῖν τοὺς ὀφθαλμιῶντας ἐπισταμένους μὲν ὅτι λυπεῖ τὸ προσάγειν τοῖς ὀφθαλμοῖς τὰς χεῖρας, ὅμως δὲ οὐκ ἐθέλοντας ἀπέχεσθαι, παραπλησίως καὶ περὶ τὰ ἄλλα πράγματα οἱ πολλοὶ καὶ λίαν εἰδότες ὡς οὐ λυσιτελεῖ τι ποιεῖν, οὐδὲν ἧττον ἐμπίπτουσιν εἰς αὐτό.
4
τίς γοῦν οὐκ οἶδε τὴν ἀκρασίαν ὡς μέγα ἐστὶ κακὸν τοῖς ἔχουσιν; ἀλλ’ ὅμως μυρίους ἄν τις ἀκρατεῖς εὕροι. καὶ νὴ Δία γε τὴν ἀργίαν ἅπαντες ἴσασιν ὡς οὐ μόνον οὐχ οἵα τε πορίζειν τὰ δέοντα πρὸς τὸ ζῆν, ἀλλ’ ἔτι καὶ τὰ ὄντα ἀπόλλυσι· καίτοι σχεδόν τι πλείους ἔστιν εὑρεῖν τοὺς ἀργοὺς τῶν ἐθελόντων τι πράττειν.