18
καὶ τὰ μὲν τοιαῦτα εἰ θέλοι τις ἐπεξιέναι, δῆλον ὡς οὐδ’ ἐν ἔτει ἐπιλείψει. σκοπεῖτε δ’ ὅτι τὴν ἰσχὺν οἱ πλεῖστοι τῶν ἀγαθῶν εἶναι νομίζουσιν· ἀλλ’ οἶμαι τοῖς ἐπ’ ἄκρον ἰσχύουσι καὶ λίαν ὑπερβάλλουσι τῇ κατὰ τὸ σῶμα εὐεξίᾳ συμφέρει μέρος τι αὐτῆς ἀφελεῖν· τὸ γὰρ πλέον οἶμαι τοῦ συμμέτρου παγχάλεπον. ὁμοίως ὁ πλοῦτος ἔχων τὴν χρείαν, ἐὰν μὲν ᾖ μέτριος, οὐ λυπεῖ τοὺς ἔχοντας, ἀλλ’ εὐχερέστερον καὶ νὴ Δἴ ἀνεπιδεῆ παρέχει τὸν βίον· ἐὰν δὲ ὑπερβάλῃ, πλείονας παρέχει τὰς φροντίδας καὶ τὰ λυπηρὰ τῆς δοκούσης ἡδονῆς, καὶ πολλοὶ μετενόησαν σφόδρα πλουτήσαντες, οἱ δὲ δι’ αὐτὸ τοῦτο ἄποροι καὶ τῶν ἐλαχίστων κατέστησαν.
19
εἶεν· ἀλλ’ ἐν ἡμῖν αὐτοῖς, εἰ τῶν τῆς φύσεως μερῶν ἕκαστον ἐθέλοι πλεονεκτεῖν, ἔσθ’ ὅπως τὸν βραχύτατον καιρὸν διαμεῖναι δυνησόμεθα; λέγω δὲ οἷον εἰ πλέον τινὶ τοῦ συμμέτρου αἷμα γίγνοιτο ἢ νὴ Δία τὸ πνεῦμα τὸ θερμὸν ὅ,τι δήποτ’ ἐν ἡμῖν ἐπιτείνοι παρὰ τὴν σύμμετρον καὶ τὴν προσήκουσαν, οὐχὶ μεγάλας ἐπίστασθε καὶ χαλεπὰς ἐκ τούτων ἀπαντᾶν νόσους; ἐν δὲ ταῖς ἁρμονίαις τῶν ὀργάνων τούτων, εἰ πλεονεκτήσειε τῶν φθόγγων τις τῇ τάσει, πρὸς τοῦ Διὸς οὐκ ἀνάγκη πᾶσαν λελύσθαι τὴν ἁρμονίαν;
20
σφόδρα δ’ ἔγωγε θαυμάζω τί ἂν ἐποιήσαμεν, εἰ μὴ καὶ τοῦ βίου τὸ ἐλάχιστον παρὰ τῶν θεῶν μέτρον εἴχομεν, οἵπερ καὶ νῦν ὥσπερ εἰς τὸν αἰῶνα παρασκευαζόμενοι πλέον ἄλλος ἄλλου φιλοτιμούμεθα ἔχειν. ὥσπερ οὖν εἴ τις εἰδὼς ὅτι ἢ δὔ ἢ τριῶν ἡμερῶν, ἐὰν πλεῖστος διαγένηται χρόνος, ἔχει πλοῦν, ἔπειτα δὲ ἐνιαυτοῦ σῖτα ἐμβάλοιτο, ἀνόητος δόξει, τὸν αὐτὸν τρόπον, εἴ τις ἐπιστάμενος ὅτι πλείω τῶν ἑβδομήκοντα ἐτῶν οὐκ ἂν βιώσειεν, εἰς ἔτη χίλια πορίζοιτο βίον ἴσως οὐχ ὁμοίως ἂν εἴη μαινόμενος; ἔνιοι μὲν γὰρ τοσαῦτα παρασκευάζονται, ὡς, εἴ γ’ ἔπλεον, εὐθὺς ἂν καταδῦναι τὴν ναῦν.