46
καὶ ὁ Ἀλέξανδρος, Σοί, ἔφη, ὡς ἔοικεν, οὐ δοκεῖ βασιλεὺς εἶναι οὐδὲ ὁ μέγας βασιλεύς; καὶ ὁ Διογένης μειδιάσας, Οὐ μᾶλλον, εἶπεν, ὦ Ἀλέξανδρε, ἢ ὁ σμικρὸς δάκτυλος. οὐδʼ ἄρα ἐγώ, ἔφη, καταλύσας ἐκεῖνον μέγας βασιλεὺς ἔσομαι;
47
οἰ τούτου γε ἕνεκα, εἶπεν ὁ Διογένης. οὐδὲ γὰρ τῶν παίδων ὁ νικήσας, ὅταν παίζωσιν, ὡς αὐτοί φασι, βασιλέας, τῷ ὄντι βασιλεύς ἐστιν. οἱ μέντοι παῖδες ἴσασιν ὅτι ὁ νενικηκὼς καὶ λεγόμενος βασιλεὺς σκυτοτόμου υἱός ἐστιν ἢ τέκτονος, καὶ δεῖ μανθάνειν αὐτὸν τὴν τοῦπατρὸς τέχνην· ὁ δὲ ἀποδρὰς παίζει μεθʼ ἑτέρων, καὶ τότε μάλιστα οἴεται σπουδάζειν ἐνίοτε δὲ καὶ δοῦλος καταλιπὼν τὸν δεσπότην.
48
ἴσως οὖν καὶ ὑμεῖς τοιοῦτόν τι ποιεῖτε, ἑκάτερος ὑμῶν παῖδας ἔχοντες τοὺς συμφιλονικοῦντας, ὁ μὲν Πέρσας καὶ τοὺς ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν, σὺ δὲ Μακεδόνας τε καὶ τοὺς ἄλλους Ἕλληνας2καὶ ὥσπερ ἐκεῖνοι τῇ σφαίρᾳ στοχάζονται ἀλλήλων, ὁ δὲ πληγεὶς ἥττηται, καὶ σὺ νῦν Δαρείου στοχάζῃ καὶ σοῦ ἐκεῖνος, καὶ τυχὸν ἂν πλήξαις τε καὶ ἐκβάλοις αὐτόν· ἐπισκοπώτερος γὰρ εἶναί μοι δοκεῖς.
49
ἔπειτα οἱ μετʼ ἐκείνου πρότερον ὄντες μετὰ σοῦ ἔσονται καὶ ὑποκύψουσι, καὶ σὺ ὀνομασθήσῃ βασιλεὺς ἁπάντων. ὁ οὖν Ἀλέξανδροσπάλιν ἐλυπεῖτο καὶ ἤχθετο. οὐδὲ γὰρ ζῆν ἐβούλετο, εἰ μὴ βασιλεὺς εἴη τῆς Εὐρώπης καὶ τῆς Ἀσίας καὶ τῆς Λιβύης καὶ εἴ πού τίς ἐστι νῆσος ἐν τῷ Ὠκεανῷ κειμένη.
50
ἐπεπόνθει γὰρ τοὐναντίον ἤ φησιν Ὅμηρος τὸν Ἀχιλλέα νεκρὸν πεπονθέναι. ἐκεῖνος μὲν γὰρ ἔλεγεν ὅτι ζῶν βούλοιτο θητεύειν ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν· ὁ δὲ Ἀλέξανδρος δοκεῖ μοι ἑλέσθαι ἂν καὶ τοῦ τρίτου μέρους τῶν νεκρῶν ἄρχειν ἀποθανὼν ἢ ζῆν τὸν ἅπαντα χρόνον θεὸς γενόμενος, μόνον εἰ μὴ βασιλεὺς γένοιτο τῶν ἄλλων θεῶν.