2
ἢ εἴ τις συχνὴν οὐσίαν κεκτημένος ἕνεκα τοῦ διαφυγεῖν τὰς λειτουργίας ἀπέλθοι ἐκ τῆς πόλεως; ἢ εἴ τις ἰᾶσθαι τοὺς νοσοῦντας ἱκανὸς ὤν, καὶ φίλων δὴ καὶ ἐπιτηδείων αὐτῷ καμνόντων, ὅπως μὴ κακοπαθῇ καὶ πράγματα ἔχῃ τούτους θεραπεύων, ἀπολίποι τε αὐτοὺς καὶ ἀποδημήσειεν εἰς ἕτερον τόπον; ἢ εἴ τις ἄλλος, ἐν πόλει δέον ἐξετάζεσθαι καὶ αὐτόν, ἄρχειν καὶ ἀρχαῖς ὑπηρετεῖν καὶ φυλακάς τινας φυλάττειν ἀγρυπνῶν μὴ βούλοιτο, ἀλλ’ ὅπως τούτων ἀπηλλαγμένος ἁπάντων ἔσται καὶ μηδὲ εἷς αὐτὸν ἐξελέγξει μηδὲ κωλύσει πίνοντα καὶ καθεύδοντα καὶ ῥᾳθυμοῦντα, ἑτέρωσε ἀποχωροῖ ποι, ἆρα τούτους ἀναχωρεῖν ῥητέον; ἀλλ’ οὗτοι μὲν δῆλον ὅτι φεύγουσί τε καὶ δραπετεύουσι, καὶ οὐκ ἂν εἴη πρόφασις αὐτοῖς οὐδὲ συγγνώμη τῆς τοιαύτης σχολῆς τε καὶ ἀποδράσεως.
3
μὴ οὖν τοὺς ἀπὸ τῶν ἀνωφελῶν πραγμάτων καὶ τῶν οὐ προσηκουσῶν αὐτοῖς ἀσχολιῶν ἀπιόντας καὶ σχολήν τινα πορίζοντας αὑτοῖς ἀπὸ τῶν ἐνοχλούντων μάτην ῥητέον ᾖ ὡς ἀναχωροῦντας. ἀλλ’ οὕτως μὲν οὐχ ὁ μεταβὰς ἐκ πόλεώς τινος εἰς ἑτέραν πόλιν ἢ ἐκ τόπου εἰς ἕτερον τόπον ἀναχωρεῖν λέγοιτ’ ἄν· ὅπου γὰρ ἂν ἀφίκηται, πολλὰ ἂν εἴη τὰ ἐμποδὼν αὐτῷ γιγνόμενα καὶ οὐκ ἐῶντα τὰ προσήκοντα ποιεῖν. καὶ γὰρ τὸ ἐπὶ πολύ τῳ ξυνεῖναι καὶ τὸ πίνοντα ἢ κυβεύοντα ἢ ἄλλο τι τῶν βλαβερῶν καὶ ἀσυμφόρων πράττοντα διατελεῖν πανταχοῦ τοιαῦτά ἐστιν καὶ τὸ συνδιατρίβειν ἀεὶ τῷ ἐντυχόντι ἀδολεσχοῦντα καὶ ἀκούοντα λόγων οὐδὲν χρησίμων ἢ περὶ τὰ βασιλέως πράγματα διατρίβειν ἢ τὰ τοῦ δεῖνος, ὡς ἔφη τις.
4
οὐ γάρ ἐστιν ἀνόητος τῆς αὑτοῦ ψυχῆς κύριος, ἀλλὰ ῥεμβόμενός τε καὶ ἀγόμενος ῥᾳδίως ὑπὸ τῆς τυχούσης προφάσεως καὶ ὁμιλίας. ὥστε οἱ πολλοὶ ἄνθρωποι, καθάπερ οἱ ἄσωτοι τῶν χρημάτων οὐκ ἂν δύναιντο ἀποδοῦναι λόγον πρὸς ὅ,τι ἀνηλώκασιν ἕκαστον αὐτῶν, φαίνεται δ’ ὅμως ἀνηλωμένα πάνυ συχνὰ χρήματα, οὐδὲ οὗτοι τοῦ χρόνου τε καὶ βίου δύναιντ’ ἂν ἀποδοῦναι λόγον, πρὸς ὅ,τι ἑκάστην ἡμέραν ἀνήλωσαν ἢ μῆνα ἢ ἐνιαυτόν· φαίνεται δ’ οὖν παριὼν ὁ βίος καὶ δαπανώμενος ὁ χρόνος, οὐκ ὀλίγου ἄξιος τοῖς ἀνθρώποις οὐδὲ ἥττονος, ἐμοὶ δοκεῖν, ἢ τὸ ἀργύριον.