23
εἰ μὲν οὖν αὐτὸ τοῦτο βουκόλος καὶ ἰδιώτης ἔτυχεν ὤν, οὐδὲν ἂν πρᾶγμα ἀπήντησεν ἐκ τοῦ τοιούτου ὀνείρατος. νῦν δὲ ἐπειδὴ τύραννος καὶ δυνάστης ἦν καὶ πλούτῳ τε ἰσχύων καὶ ἀρχῇ πόλεως τῆς τότε μεγίστης καὶ τῇ τῶν γονέων πρὸς αὐτὸν εὐνοίᾳ, τὰ λοιπὰ ἤδη ἔργῳ ἐξειργάσατο ὡς ἐπὶ τούτοις ἀληθῶς γεγονόσι, ναῦς τε ναυπηγησάμενος καὶ ἑταίρους συναγαγών· καὶ πλεύσας ἐπί τε τὴν Ἑλλάδα καὶ Σπάρτην καὶ εἰς τὴν οἰκίαν ἀφικόμενος τὴν Μενελάου καὶ Ἑλένης καὶ ξενίων τυχών, ἀναπείσας καταλιπεῖν αὐτὴν τὸν ἄνδρα καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων εἰς Τροίαν πολλῶν καὶ χαλεπῶν πραγμάτων καὶ συμφορῶν ἀρχήν.
24
οὕτως αἱ μὲν ἰδιωτικῆς καὶ ἀδυνάτου ψυχῆς ἔννοιαί τε καὶ ἐπιθυμίαι ὑπηνέμιοί τε καὶ ἀδρανεῖς, καὶ οὐδὲν ἀπ’ αὐτῶν γίγνεται χαλεπόν, ἀλλ’ ὥσπερ τὰ τῷ ὄντι ὀνείρατα ἀναστάντων εὐθὺς οἴχεται καὶ οὐδὲν αὐτῶν, ὥς φασι, τὸν ἥλιον οὐδὲ τὴν ἡμέραν ὑπομένει, παραπλησίως καὶ τὰ τοιαῦτα ἔχει ἐπιθυμήματά τε καὶ ἐλπίσματα. τὰ δὲ τῶν μονάρχων ἢ πλουσίων ἢ ἄλλην τινὰ ἐχόντων δύναμιν ἐπὶ πέρας ἀφικνεῖται πολλάκις χαλεπόν τε καὶ φοβερόν.
25
καὶ ἔστιν ὅμοιον, ὥσπερ ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ὑπηνεμίοις γεννήμασιν. φασὶ γὰρ δὴ ᾠὰ γίγνεσθαι οὕτως ἄνευ συνουσίας τε καὶ μίξεως ἄρρενος, ἃ καλοῦσιν ὑπηνέμια, ὡς ὑπ’ ἀνέμῳ προσπεσόντι γιγνόμενα. ὅθεν δὴ καὶ Ὅμηρος, ἐμοὶ δοκεῖν, οὐκ ἀδύνατον ἡγησάμενος οὐδὲ ἀπίθανον τοῖς ἀνθρώποις φανῆναι ἵππων ὑπηνέμιον γένος, τὸν Βορρᾶν ἔφη ἐρασθέντα Τρωικῶν τινων ἵππων ἐμπλῆσαί τε αὐτὰς γονῆς καὶ γένος ἵππων ἐξ αὐτῶν γενέσθαι. πολλάκις ἔκ τινος ἐνθυμήματος ψευδοῦς καὶ ἀδυνάτου ἀποβῆναι πρᾶγμα ἀληθές.
26
εἴρηται δέ μοι πάντα ταῦτα ἀπ’ ἐκείνης τῆς ἀρχῆς καὶ ἐκτροπῆς, ὅτι δεῖ τὴν ψυχὴν ἐθίζεσθαι τὰ δέοντα πράττειν καὶ διανοεῖσθαι πανταχοῦ τε καὶ ἐν ἅπαντι θορύβῳ καὶ ἐν ἁπάσῃ ἠσυχίᾳ. εἰ δὲ μή, τὸ τῆς ἐρημίας τε καὶ ἡσυχίας οὐδὲν μεῖζον καὶ ἀσφαλέστερον τοῖς ἀνοήτοις τῶν ἀνθρώπων πρὸς τὸ μὴ πολλὰ καὶ ἄτοπα διανοεῖσθαί τε καὶ ἁμαρτάνειν.
(71)ΠΕΡΙ ΚΑΛΛΟΥΣ.