1
Δ.Ὡς ὑψηλὸς ὁ νεανίσκος καὶ ὡραῖος· ἔτι δὲ ἀρχαῖον αὐτοῦ τὸ εἶδος, οἷον ἐγὼ οὐχ ἑώρακα τῶν νῦν, ἀλλ’ ἢ τῶν Ὀλυμπίασιν ἀνακειμένων τῶν πάνυ παλαιῶν· αἱ δὲ τῶν ὕστερον εἰκόνες ἀεὶ χείρους καὶ ἀγεννεστέρων φαίνονται, τὸ μέν τι ὑπὸ τῶν δημιουργῶν, τὸ δὲ πλέον καὶ αὐτοὶ τοιοῦτοί εἰσιν. — Ἦ δεινὸν λέγεις, εἰ ὥσπερ φυτόν τι ἢ ζῷον ἐκλελοίπασι τῷ χρόνῳ οἱ καλοί, οἷον δή φασι τοὺς λέοντας παθεῖν τοὺς ἐν τῇ Εὐρώπῃ· οὐ γὰρ ἔτι αὐτῶν εἶναι τὸ γένος· πρότερον δὲ ἦσαν καὶ περὶ Μακεδονίαν καὶ ἐν ἄλλοις τόποις· εἰ οὕτως οἴχεται δὴ κάλλος ἐξ ἀνθρώπων. —
2
Δ. Τό γε ἀνδρεῖον, ὦ βέλτιστε· τὸ μέντοι γυναικεῖον ἴσως πλεονάζει. ἀνὴρ δὲ καλὸς σπάνιον μὲν εἰ γίγνεται νῦν, καὶ γενόμενος τοὺς πλείστους λανθάνει, πολλῷ μᾶλλον ἢ οἱ καλοὶ ἵπποι τοὺς ὀρεωκόμους. εἰ δ’ ἄρα καὶ ἅψαιντο τῶν τοιούτων, μεθ’ ὕβρεως καὶ πρὸς οὐδὲν ἀγαθόν· ὥστε μοι δοκοῦσι καὶ οἱ γενόμενοι ταχὺ λήγειν καὶ ἀφανίζεσθαι. οὐ γὰρ μόνον ἡ ἀρετὴ ἐπαίνῳ αὔξεται, ἀλλὰ καὶ τὸ κάλλος ὑπὸ τῶν τιμώντων αὐτὸ καὶ σεβομένων· ἀμελούμενον δὲ καὶ οὐδενὸς εἰς αὐτὸ βλέποντος ἢ πονηρῶν βλεπόντων σβέννυται, ὥσπερ τὰ κάτοπτρα. — Ἆρ’ οὖν, ὅπερ Ἀθηναῖοι πολλάκις, καὶ ἡμᾶς χρὴ ἀναρχίαν ἀναγράφειν τὸν παρόντα καιρόν, ὡς οὐδενὸς ὄντος καλοῦ; —
3
Δ. Ναὶ μὰ Δία, πλὴν ὡς Πέρσαι γε ἐνόμιζον· Ἑλλήνων δὲ οὐδεὶς ἢ εἴ τις, ἐκ τῶν τριάκοντα. ἢ οὐκ οἶσθα Κριτίαν τὸν τῶν τριάκοντα, ὅτι κάλλιστον ἔφη εἶδος ἐν τοῖς ἄρρεσι τὸ θῆλυ, ἐν δ’ αὖ ταῖς θηλείαις τοὐναντίον; οὐκοῦν δικαίως Ἀθηναῖοι νομοθέτην αὐτὸν εἵλοντο ἐπί γε τῷ μεταγράψαι τοὺς παλαιοὺς νόμους, ὃς οὐδένα αὐτῶν ἔλιπεν. — Εἶεν· οἱ δὲ Πέρσαι πῶς ἐνόμιζον;
4
— Δ. Οὐ γὰρ φανερόν, ὅτε εὐνούχους ἐποίουν τοὺς καλούς, ὅπως αὐτοῖς ὡς κάλλιστοι ὦσιν; τοσοῦτον διαφέρειν ᾤοντο πρὸς κάλλος τὸ θῆλυ. σχεδὸν δὲ καὶ πάντες οἱ βάρβαροι, ᾗπερ τὰ ἄλλα ζῷα, διὰ τὸ μόνον τὰ ἀφροδίσια ἐννοεῖν. ὡς οὖν λέγεται Δαίδαλος ποιῆσαι τὸν ταῦρον ἐξαπατῶν, περιτεῖναι τῷ ξύλῳ δέρμα βοός, κἀκεῖνοι γυναικὸς εἶδος περιτιθέασι τοῖς ἄρρεσιν, ἄλλως δὲ οὐκ ἐπίστανται ἐρᾶν.