30
εἰ δέ τις πρὸς μὲν ταῦτα ἔχοι μετρίως, τοὺς δὲ πλησίον αὑτῷ καὶ φίλους καλουμένους ἀτιμάζοι τε καὶ μὴ σκοποῖ τοῦτο, ὅπως δόξουσι μακάριοι καὶ ζηλωτοὶ πᾶσι, λανθάνει προδότης αὑτοῦ καὶ τῆς ἀρχῆς γιγνόμενος, τοὺς μὲν ὄντασφίλους ἀθύμους ποιῶν, τῶν δὲ ἄλλων μηδένα ἐπιθυμεῖν τῆς αὐτοῦ φιλίας, ἀποστερῶν δʼ ἑαυτὸν τοῦ καλλίστου καὶ ὠφελιμωτάτου κτήματος φιλίας.
31
τίς μὲν γὰρ ἀοκνότερος πονεῖν, ὅταν τούτου καιρὸς ᾖ, φίλου; τίς δὲ συγχαίρειν ἑτοιμότερος ἐν ταῖς εὐτυχίαις; ὁ παρὰ τίνος δὲ ἔπαινος ἡδίων ἢ τῶν φίλων; παρὰ τίνος δὲ τἀληθὲς ἀλυπότερον;τίς δὲ φρουρά, ποῖα δὲ ἐρύματα, ποῖα δὲ ὅπλα βεβαιότερα καὶ κρείττω τῆς ἀπὸ τῶν εὐνοούντων φυλακῆς;
32
ὁπόσους γὰρ ἄν τις ᾖ κεκτημένος ἑταίρους, τοσούτοις μὲν ὀφθαλμοῖς ἃ βούλεται ὁρᾷ, τοσαύταις δὲ ἀκοαῖς ἃ δεῖ ἀκούει, τοσαύταις δὲ διανοίαις διανοεῖται περὶ τῶν συμφερόντων. διαφέρει γὰρ οὐδὲν ἢεἴ τῳ θεὸς ἓν σῶμα ἔχοντι πολλὰς ψυχὰς ἔδωκεν ἁπάσας ὑπὲρ ἐκείνου προνοουμένας.
33
ἵνα δὲ τὰ πολλὰ ἀφεὶς εἴπω τὸ φανερώτατον σημεῖον, οὗτός ἐστιν ὁ χρηστὸς βασιλεύς, ὃν οἱ ἀγαθοὶ ἄνδρες οὐκ αἰσχύνονται ἐπαινοῦντες οὔτε τὸν παρόντα χρόνον οὔτε τὸν ὕστερον. καὶ μέντοι καὶ αὐτὸς οὐ τὸν παρὰ τῶν βαναύσωνκαὶ ἀγοραίων ἀγαπᾷ ἔπαινον, ἀλλὰ τὸν παρὰ τῶν ἐλευθέρων καὶ γενναίων, οἷς οὐκ ἄξιον ζῆν ψευσαμένοις.
34
τίς οὖν οὐκ ἂν μακαρίσειε τὸν τοιοῦτον ἄνδρα τε καὶ βίον; πόθεν δὲ οὐκ ἂν ἔλθοιεν ἐπʼ ἐκεῖνον ὀψόμενοί τε αὐτὸν καὶ ἀπολαύσοντες τῆς καλῆς διανοίας καὶ ἀγαθῆς; τί μὲν σεμνότερον θέαμα γενναίου καὶ φιλοπόνου πόνου βασιλέως; τί δὲ ἥδιον ἡμέρου καὶ προσφιλοῦς, πάντας μὲν εὖ ποιεῖν ἐπιθυμοῦντος, ἅπαντας δὲ δυναμένου; τί δὲ λυσιτελέστερον ἴσου καὶ δικαίου;
35
τίνος μὲν γὰρ ὁ βίος ἀσφαλέστερος ἢ ὃν πάντες ὁμοίως φυλάττουσιν; τίνος δὲ ἡδίων ἢ τοῦ μηδένα ἐχθρὸν ἡγουμένου; τίνος δὲ ἀλυπότερος ἢ τοῦ μηδὲν ἔχοντος αὑτὸν αἰτιάσασθαι; τίς δὲ εὐτυχέστερος ἐκείνου τοῦ ἀνδρός, ὅστις ἀγαθὸς ὢν οὐδένα λανθάνει;