13
ἀλλὰ τί ἦν, ὃ πάλαι δὴ ἐρέσθαι σπεύδεις; — Περὶ τοῦδε τοῦ νεανίσκου, ὅστις τέ ἐστι καὶ οὗτινος υἱός· ὡς ἐγὼ οὐδένα πώποτε οὕτως ἐξεπλάγην. ἡ μὲν γὰρ ἡλικία παῖδα αὐτὸν ἐνδείκνυσιν ἑκκαίδεκα ἴσως ἢ ἑπτακαίδεκα ἐτῶν· τὸ δὲ μέγεθος οὐδενὸς ἧττον τῶν ἀνδρῶν· ἡ δὲ αἰδὼς τοσαύτη ὥστε καὶ τὸν προσιόντα αἰδεῖσθαι εὐθὺς ποιεῖ. καὶ οὐκ ἔστιν ἐπὶ πλέον αὐτοῦ εἰς τὸ πρόσωπον ὁρᾶν, εἰ μὴ καὶ αὐτὸς ἀποβλέψειεν ἀπὸ τύχης. οὐδεὶς γὰρ οὕτως ἀναιδὴς οὐδὲ λίθινός ἐστιν ὅστις ὑπομενεῖ καὶ ἀντιστήσεται ὁρῶν αὐτόν, ἀλλ’ εὐθὺς ἀνάγκη τραπῆναι καὶ μεταβαλέσθαι τὼ ὀφθαλμώ. τοῦτο δὲ ἐγὼ τὸ πάθος πάνυ θαυμάζω, ὅτι τὸ κάλλος, ἐὰν μετὰ αἰδοῦς ᾖ, καὶ τοὺς ἀναιδεῖς τρέπει τε καὶ ἀναγκάζει αἰδεῖσθαι. —
14
Δ. Ἴσως γὰρ οὐ προσενόησας τὸ ἐν τοῖς ὕδασι γιγνόμενον. — Τί δή; — Δ. Ότι τοῦ ἡλίου ἐπιλάμψαντος εἰς τὸ κατ’ εὐθὺ μάλιστα ἀντιλάμπει. καὶ ἴσως ἑώρακας ἐν τοῖς τοίχοις τὸ κινούμενον καὶ περιτρέχον φῶς, οὐκ ὂν ἀληθινόν, ἀλλ’ ἀπὸ τῆς ἐν τοῖς ὕδασιν αὐγῆς τοῦ ἡλίου γεγονὸς πρὸς τὸ μάλιστα κατ’ εὐθύ. τοιοῦτον οὖν τι καὶ ἀπὸ τῆς ἀληθινῆς αἰδοῦς ἀντιλάμπει τε καὶ ποιεῖ δοκεῖν αἰδεῖσθαι τοὺς ὁρῶντας· ἔπειτ̓ εὐθὺς ἀπελθόντες ἀναιδεῖς εἰσιν. — Ὡς ἔμοιγε καὶ ὁ παιδοτρίβης ἐδόκει καὶ αὐτὸς οἷον ἐνθουσιῶν τε καὶ ἐκπεπληγμένος. —
15
Δ. Οὐκοῦν ἔτι μᾶλλον θαυμάσεις, ἐπειδάν πύθῃ ὅτι οὗτος τοιοῦτος ὢν οὐδενὸς υἱός ἐστιν. — Πῶς λέγεις μηδενὸς εἶναι αὐτόν; — Δ. Οὕτως ὅπως σὺ ἐπύθου ὅτου ἐστίν. οἶμαι γὰρ ἐρωτᾶν σε ὅτου υἱός ἐστιν. — Ἀλλ’ ἦ τῶν Σπαρτῶν ἐστιν εἷς; — Δ. Πρέποι μὲν ἂν τῷ μεγέθει αὐτοῦ καὶ τῇ ἀνδρείᾳ, εἴ γε ἐπιεικεῖς ἦσαν καὶ φιλάνθρωποι τὰς φύσεις, ὥσπερ ὅδε, ἀλλὰ μὴ παντελῶς σκληροὶ καὶ ἄγριοι τῆς γῆς τὰ τέκνα· ἐπεὶ τό γε σῶμα οὐ φαύλως εἰκάζεις Βοιωτίῳ μᾶλλον εἰκάζων αὐτὸ ἢ Λακωνικῷ τε καὶ Ἀττικῷ. ὅτι μὲν γὰρ Ἑλληνικὸν ἄκρως ἐστὶν οὐ δεῖ δήπου ἀμφιγνοῆσαι. —