16
τι γὰρ; εἴη τις ἂν τοῦ γένους διαφορὰ πρός γε τὸ κάλλος; ἢ οὐδένα οἴει γίγνεσθαι ἐν τοῖς βαρβάροις καλόν; — Δ. Ἀλλ’ οὐκ οἴει τὸ μέν τι βαρβαρικὸν εἶναι ὥσπερ εἶδος καὶ κάλλος, τὸ δὲ Ἑλληνικόν, ὥσπερ καὶ φωνὴν καὶ ἐσθῆτα, ἢ ὁμοίως σοι δοκεῖ γενέσθαι καλὸς Ἀχιλλεύς τε καὶ Ἕκτωρ; — Οὐ γὰρ μόνον ὡς περὶ ἀνδρείου τοῦ Ἕκτορος ὁ ποιητὴς διέξεισιν; — Δ. Ὅπου γε τὰς ναῦς ἐμπίμπρησιν· οὐ γὰρ οἶμαι περὶ κάλλους ἔπρεπεν αὐτοῦ τι μεμνῆσθαι. τελευτήσαντος δὲ καὶ γυμνωθέντος ἐκπλαγῆναί φησιν αὐτοῦ τὸ κάλλος τοὺς Ἀχαιοὺς ἰδόντας, οὕτω πως λέγων· οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν Ἕκτορος.
17
οὐ γὰρ ἦν αὐτοῖς πρότερον οἶμαι σχολὴ θηήσασθαι αὐτὸν ἀκριβῶς· καὶ τὰ ἄλλα σχεδὸν σαφέστερον ἐπέξεισιν ἢ περὶ ἄλλου τινὸς τῶν καλλίστων. τήν τε γὰρ κεφαλὴν χαρίεσσαν αὐτοῦ φησιν εἶναι καὶ τὴν κόμην πάνυ μέλαιναν καὶ τὸ σῶμα οὐ σκληρόν. περὶ δὲ τοῦ Ἀχιλλέως εἴδους οὐδὲν λέγει καθ’ ἕκαστον ἀλλ̓ ἢ τῆς κόμης, ὅτι ξανθὸς ἦν, καὶ περὶ τῆς Εὐφόρβου κόμης καὶ Πατρόκλου ὡς μάλιστα ἐν ἀκμῇ τελευτησάντων, καὶ περὶ τῶν ἄλλων σμικρόν τι περὶ ἑκάστου καὶ ἀνδρῶν καὶ γυναικῶν τῶν καλλίστων. πλὴν ὅτι γε οὐδεὶς ἂν εἴποι τούσδε ὁμοίως ἂν εἶναι καλούς, οὐδὲ Ἀλέξανδρον ἢ Εὔφορβον ἢ Τρωίλον· ἐοικέναι τι Μενελάῳ καὶ Πατρόκλῳ καὶ Νιρεῖ, οὐδὲ ἐν τοῖς βαρβάροις Σέσωστριν τὸν Αἰγύπτιον ἢ Μέμνονα τὸν Αἰθίοπα ἢ Νινύαν ἢ Εὐρύπυλον ἢ Πέλοπα.
(72)ΠΕΡΙ ΕΙΡΗΝΗΣ ΚΑΙ ΠΟΛΕΜΟΥ.
1
Πολλὰ μὲν καὶ ἄλλα εὕροι τις ἂν καὶ ξύμπαντα ἀτεχνῶς τὰ ἔργου τινὸς ἐχόμενα καὶ πράξεως κοινὰ τοῖς φιλοσόφοις καὶ τοῖς ῥήτορσιν, ὅσοι μὴ ἀγοραῖοι μηδὲ μίσθαρνοι, πρὸς χρήματα ὁρῶντες μόνον καὶ τὰς ἰδιωτικὰς ἀμφιλογίας περὶ συμβολαίων ἤ τινων ἀλλὰ δημοσίᾳ συμβουλεύειν καὶ νομοθετεῖν ἀξιούμενοι — καθάπερ οἶμαι Περικλῆς καὶ Θουκυδίδης Ἀθήνησι καὶ Θεμιστοκλῆς ἔτι πρότερον καὶ Κλεισθένης καὶ Πεισίστρατος, ἕως ἔτι ῥήτωρ καὶ δημαγωγὸς ἠνείχετο καλούμενος·