4
ἐν γὰρ ταύταις ἁπάσαις ταῖς βουλαῖς οὐχ ἥκιστα ἐμπίπτει καὶ τὸ τοιοῦτον, εἰ δίκαιον τοῖς μὴ προαδικήσασι πολεμεῖν· εἰ συμβέβηκεν ἀδίκημα παρὰ τούτων οἷς διανοοῦνται πολεμεῖν, πηλίκον τι τοῦτο τὸ συμβεβηκός. οἱ φιλόσοφοι δὲ πόρρωθεν τὰ πράγματα ὁρῶσιν, ἐπ’ αὐτῶν ἐξετάζοντες ὁποἶ ἄττα ἐστίν. πολὺ γὰρ κρεῖττον τὸ βεβουλεῦσθαι περὶ ἁπάντων ἐκ πλείονος καὶ διεγνωκότας ἐπειδὰν ἥκῃ τινὸς πράγματος καιρός, αὐτούς τε εἰδότας ἔχειν χρῆσθαι καὶ ἑτέροις παραινεῖν, ἀλλὰ μὴ τρόπον τινὰ ἐξαίφνης ληφθέντας ταράττεσθαι καὶ αὐτοσχεδιάζειν περὶ ὧν οὐκ ἴσασιν.
5
οἱ μὲν γὰρ ῥήτορες, ὅταν δέῃ σκοπεῖν περί τινος, οὐδὲν εἰδότες τῶν ἄλλων πλέον οὐδὲ ἐσκεμμένοι πρότερον, ἅμα τε αὐτοὶ βουλεύονται τρόπον τινὰ καὶ συμβουλεύουσιν ἑτέροις. οἱ φιλόσοφοι δὲ περὶ τῶν πράξεων προοίδασι καὶ πάλαι βεβουλευμένοι τυγχάνουσιν· ὥστε ἄν τις αὐτοὺς παρακαλῇ συμβούλους τῶν πόλεων ἢ τῶν ἐθνῶν ἢ τῶν βασιλέων, κρεῖττον ἕξουσι καὶ ἀσφαλέστερον ἀποφαίνεσθαι οὐ τὸ ἐπιὸν αὐτοῖς, οὐδὲ νῦν μὲν ταῦτα, πάλιν δὲ τἀναντία, δι’ ὀργὴν ἢ φιλονικίαν ἢ χρήμασι πληγέντες, ὥσπερ ἐπὶ τρυτάνης, ἔφη τις οἶμαι τῶν ῥητόρων αὐτῶν, κατὰ τὸ λῆμμα ἀεὶ ῥέποντες. λέγω δὲ οὐ ψέγων ῥητορικὴν οὐδὲ ῥήτορας τοὺς ἀγαθούς, ἀλλὰ τοὺς φαύλους καὶ τοὺς προσποιουμένους τὸ πρᾶγμα.
(73)ΟΤΙ ΕΥΔΑΙΜΩΝ Ο ΣΟΦΟΣ.
1
Δ. Πότερον δοκεῖ σοι εἶναι ἄνθρωπος εὐδαίμων, εἰ δὲ μή, γεγονέναι ἢ ἔσεσθαι, ἢ ἀδύνατον ἡγῇ τὸ τοιοῦτον περὶ ἀνθρώπου, ὥσπερ εἴ τις ἀθάνατον ἄνθρωπον λέγοι εἶναι; ἴσως γὰρ ἂν τὴν αὐτὴν ἔχοις δόξαν Ὁμήρῳ καὶ ἄλλοις συχνοῖς τῶν ποιητῶν. — Καὶ ποῦ ἀποφαίνεται περὶ τούτου Ὅμηρος; — Δ. Ὅπου πεποίηκε τὸν Δία λέγοντα αὐτόν, οὐκ ἄλλον τινὰ τῶν θεῶν, ὡς οὐδέν φησιν ὀιζυρότερον εἶναι ἀνδρὸς ἁπάντων τῶν ζῴων, ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. οὐ δοκεῖ σοι τὴν ὀϊζὺν ἄντικρυς κακοδαιμονίαν τινὰ λέγειν; —