1
Φασὶ τοὺς φιλοσόφους λέγειν ὡς ἄρα εὐδαίμων εἴη μόνος ὁ σοφός. — Δ. Λέγουσι γάρ. — Ἆρ’ οὖν ἀληθῆ σοι δοκοῦσι λέγειν; — Δ. Ἔμοιγε. — Τί οὖν οὐχὶ κἀμοὶ ἔφρασας τὴν διάνοιαν ἀ τῶν; — Δ. Ἐὰν ἐμοὶ σὺ πρῶτον εἴπῃς ὅ,τι νομίζεις τὸν δαίμονα εἶναι. — Ἐγὼ μὲν τὸ κρατοῦν ἑκάστου καὶ καθ’ ὃν ζῇ τῶν ἀνθρώπων ἕκαστος, ὁμοίως μὲν ἐλεύθερος, ὁμοίως δὲ δοῦλος, καὶ πλούσιος καὶ πένης καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ πράττει ὅσα ἂν πράττῃ. — Δ. Τοῦτο δὲ ἐν αὐτῷ νομίζεις εἶναι τῷ ἀνθρώπῳ, τὸ κρατοῦν ἑκάστου, ὃ δαίμονα καλεῖς, ἢ ἔξωθεν ὂν ἄρχον τι καὶ κύριον τοῦ ἀνθρώπου; —
2
Ἔγωγε. — Δ. Ἆρά γε ἄνθρωπον ἕτερον; ἔστι γάρ που ἄνθρωπος ὁ μὲν ἑνός τινος κρατῶν, ὁ δὲ πολλῶν, καὶ ἄγων ὅπῃ τε καὶ ὅπως αὐτὸς βούλεται ἤτοι πειθοῖ ἢ βίᾳ ἢ καὶ ἀμφοτέροις. λέγω δὲ οὐδὲν ἄγνωστον, ἀλλὰ τούς τε δημαγωγούς, οἷς πάντα πείθονται αἱ πόλεις καὶ ὅπως ἂν ἐκεῖνοι ἐξηγῶνται καὶ συμβουλεύωσιν, οὕτω πράττουσιν, ἐάν τε πολεμεῖν συμβουλεύωσιν ἐάν τε εἰρήνην ἄγειν ἐάν τε τείχη οἰκοδομεῖσθαι ἐάν τε τριήρεις κατασκευάζεσθαι ἐάν τε θυσίας θύειν ἐάν τε ἐκβάλλειν τινὰς αὐτῶν ἢ χρήματα ἀφαιρεῖσθαι ἢ καὶ ἀποσφάττειν· καὶ τοὺς βασιλέας καὶ τοὺς τυράννους, ὁμοίως δὲ καὶ τοὺς δεσπότας τῶν οἰκετῶν, ὅσοι ἀργύριον καταβαλόντες ἢ ἄλλῳ τῳ τρόπῳ κέκτηνταί τινα·
3
ὡς ἂν εἰ Λυκοῦργόν τε Λακεδαιμονίων δαίμονα καλοῖς ʽἐκείνου γὰρ κελεύσαντος ἔτι νῦν μαστιγοῦνται Λακεδαιμόνιοι καὶ θυραυλοῦσι καὶ γυμνητεύουσι καὶ ἄλλα πολλὰ καὶ χαλεπὰ δόξαντα ἂν ἑτέροις ἀνέχονταἰ καὶ Πεισίστρατον Ἀθηναίων τῶν πρότερον. οἶσθα γὰρ δήπου ὅτι Πεισιστράτου προστατοῦντος καὶ ἄρχοντος εἰς μὲν τὴν πόλιν οὐ κατῄεσαν ὁ δῆμος, ἐν δὲ τῇ χώρᾳ διατρίβοντες γεωργοὶ ἐγίγνοντο· καὶ τὴν Ἀττικήν, πρότερον ψιλὴν καὶ ἄδενδρον οὖσαν, ἐλαίαις κατεφύτευσαν, Πεισιστράτου προστάξαντος· καὶ τἄλλα ὅπως ἐκεῖνος ἐβούλετο, οὕτως ἔπραττον.