7
Καρχηδονίους δὲ Ἄννων μὲν ἀντὶ Τυρίων ἐποίησε Λίβυας, καὶ Λιβύην κατοικεῖν ἀντὶ Φοινίκης, καὶ χρήματα πολλὰ κεκτῆσθαι καὶ συχνὰ ἐμπόρια καὶ λιμένας καὶ τριήρεις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ θαλάττης ἄρχειν. Ἀννίβας δὲ πρὸς τῇ Λιβύῃ καὶ τῆς Ἰταλίας αὐτῆς κρατῆσαι παρέσχεν ἑπτακαίδεκα ἔτη. αὖθις δὲ αἴτιος ἐγένετο ἀναστάτους γενέσθαι καὶ τὴν πόλιν αὐτὴν μεταβαλεῖν ὑπὸ Ῥωμαίων, πολλοὺς πρότερον τῶν Ῥωμαίων ἀπολέσας, καὶ μικρὸν ἀποσχὼν αὐτὴν ἑλεῖν τὴν Ῥώμην, οὐ βουληθεὶς δέ, ὥς φασι, διὰ τοὺς οἴκοι ἀντιστασιώτας. καὶ τοῦτον ἴσως οὔτε Καρχηδονίοις οὔτε Ῥωμαίοις ἀγαθὸν δαίμονα προσήκει αὑτῶν καλέσαι.
8
Νουμᾶς δὲ τὴν Ῥώμην παραλαβὼν μικρὰν καὶ ἄδοξον, ἔτι δὲ ἐν ἀλλοτρίᾳ χώρᾳ διῳκισμένην καὶ σύγκλυδας καὶ πονηροὺς ἔχουσαν τοὺς ἐνοικοῦντας, ἔτι δὲ τοῖς προσχώροις πᾶσιν ἐχθροὺς καὶ πένητας καὶ ἀγρίους καὶ ἐπικινδύνως ζῶντας διὰ τὴν Ῥωμύλου χαλεπότητα, τήν τε γῆν αὐτοὺς βεβαίως ἔχειν ἐποίησε καὶ φίλους εἶναι τοῖς περιοίκοις καὶ νόμους καὶ θεοὺς καὶ πολιτείαν κατεστήσατο, καὶ πάσης αἴτιος ὑπῆρξε τῆς λεγομένης ὕστερον εὐδαιμονίας.
9
ἔχοιμι δ’ ἂν καὶ περὶ τῶν ἄλλων λέγειν πόλεων καὶ γενῶν καὶ ἀνθρώπων τὸν αὐτὸν τρόπον εὖ τε καὶ κακῶς πραξάντων διά τινας ἄρχοντας αὐτῶν γενομένους καὶ προστάτας· ἀλλὰ ἱκανῶς οἶμαι τὴν ἐμαυτοῦ διάνοιαν ἐνδεδεῖχθαι. εἰ δὴ τούτους καλεῖς δαίμονας ὡς τῶν ὑπ’ αὐτοῖς καὶ δι᾽ οὓς ἕκαστοι βέλτιον ἢ χεῖρον ἔπραξαν, ἡδέως ἂν ἀκούοιμι.
(76)ΠΕΡΙ ΤΟΥ ΒΟΥΛΕΥΕΣΘΑΙ.
1
Πάλαι καθήμενος καὶ ὑμῶν ἀκούων, ὅτε πολλὰς ὥρας διετρίβετε παρά τινι τῶν πολιτικῶν βουλευόμενοι περί τινων πραγμάτων σκοπῶ παρ’ ἐμαυτῷ καὶ ἀναζητῶ τί ἐστι τοῦτο ὅ φατε βουλεύεσθαι ἢ αὐτὸ δὴ τὸ βουλεύεσθαι; ἆρα γὰρ περὶ τούτου τις βουλεύεται τοῦ πράγματος ὃ οἶδέ τε καὶ ἐπίσταται; — Οὐ δοκεῖ μοι περὶ ὧν τις οἶδε, περὶ τούτων βουλεύεσθαι, ἀλλὰ ἤδη εἰδέναι. — Τί δαί; ἃ οὐκ οἶδεν οὐδὲ ἃ ἐπίσταται, περὶ τούτων ὥσπερ διαμαντευόμενος καὶ ἀναζητῶν γνῶναι ἃ οὐκ οἶδεν; — Οὐ δοκεῖ μοι οὐδὲ οὗτος δύνασθαι βουλεύεσθαι περὶ τούτων περὶ ὧν οὐδεμίαν ἐπιστήμην ἔχει. —