6
Τί οὖν; ὁ ἄμουσος καὶ ὁ ἀνεπιστήμων ἁρμονίας καὶ μέλους καὶ ῥυθμοῦ καὶ τῆς τούτων τάξεως καὶ κινήσεως δύναιτ’ ἂν καλῶς βουλεύσασθαι περὶ μουσικῆς καὶ τῶν ἔργων τῶν κατὰ μουσικήν; — Οὐδαμῶς. — Τί δέ; ὁ γεωμετρίας ἄπειρος περὶ σώματος καὶ μήκους καὶ πλάτους καὶ βάθους βουλευόμενος ἂν καλῶς βουλεύοιτο; — Οὐδὲ οὗτος. — Τί δέ; ὁ νεὼς ἄρχειν οὐκ ἐπιστάμενος περὶ νεὼς ἀρχῆς καὶ ἔργων κυβερνητικῶν ἱκανῶς ἂν βουλευόμενος βουλεύοιτο; —
7
Οὐδὲ οὗτος. — Ὅστις ἄρα οὐδὲν ἱκανῶς περὶ οὐδενὸς οὔτε πεπαίδευται οὔτε οἶδεν, οὗτος οὐδὲ βουλεύσασθαι περὶ τούτων ἱκανός ἐστιν; χρὴ οὖν ἐπιμελεῖσθαι μάλιστα φρονήσεως καὶ παιδείας, ἵνα ἡμῖν ᾖ ῥᾴδιον περὶ ἁπάντων πραγμάτων βουλεύεσθαι καὶ εἰδέναι τὸ συνοῖσον ἑκάστῃ βουλῇ καὶ μὴ διαμαρτάνειν, ἀλλὰ καθάπερ οἱ μουσικοὶ καὶ οἱ γεωμέτραι καὶ οἱ κυβερνῆται περὶ τῶν ἰδίων ἔργων οὐκ ἀτέχνως σκέπτονται καὶ ἅπαντες οἱ περί τι δεινοὶ καὶ συνεῖναι περὶ αὐτῶν ἱκανοί εἰσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ τῶν ἰδίων ἱκανοὶ ὦμεν βουλεύεσθαι καὶ λέγειν.
8
ἄτοπον γὰρ τοὺς μὲν ἀρτιάζοντας σύνεσιν ἐπιδείκνυσθαι, καὶ ταῦτα εἰκάζοντας καὶ μὴ ὁρῶντας τοῦτο περὶ οὗ ἀποφαίνονται, τοὺς δὲ περὶ πραγμάτων βουλευομένους μήτε ξύνεσιν μήτε ἐπιστήμην μήτε ἐμπειρίαν ἐπιδείκνυσθαι, καὶ τούτων ἐνίοτε τῶν μεγίστων ὄντων, περὶ ὁμονοίας καὶ φιλίας οἰκιῶν καὶ πόλεων καὶ περὶ εἰρήνης καὶ πολέμου καὶ περὶ κατοικισμοῦ καὶ περὶ κατοικίσεως, περί τε παίδων καὶ περὶ γυναικῶν.
(77)ΔΙΑΤΡΙΒΗ ΠΕΡΙ ΤΩΝ ΕΝ ΣΥΜΠΟΣΙΩΙ.
1
Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν ἕκαστος ἐν ταῖς πανηγύρεσιν οὐχ ἧττον ἢ ἐν τοῖς συμποσίοις, πλὴν ὅτι ποικιλώτερον τὸ τῶν πανηγύρεων καὶ χρόνου πλείονος. οὐκοῦν εἰς τὰ συμπόσια δήπου οἱ μέν τινες ἀφικνοῦνται τοῦ πιεῖν ἕνεκεν καὶ οὐθὲν ἄλλο πράττουσιν, ὥσπερ οἱ διψῶντες τῶν ὁδοιπόρων, ἐπειδὰν ἔλθωσιν ἐπὶ κρήνην τινά, πίνουσιν ἐπικύψαντες. ἀλλὰ ἐκεῖνοι μὲν ἐμπλησθέντες καὶ τὸ δίψος ἀποσβέσαντες ἡσυχῇ ἀπαλλάττονται, οὔτε πράξαντες οὔτε εἰπόντες ἄτοπον οὐδέν· οἱ δὲ πολλὰ καὶ δυσχερῆ ἐνίοτε καὶ λέγουσι καὶ δρῶσιν.