12
πολλάκις γὰρ δι’ ὅλης τῆς ἡμέρας ἠγωνίσατο ἐν τῇ σφοδροτάτῃ ὥρᾳ τοῦ ἔτους, καὶ δυνάμενος θᾶττον ἂν περιγενέσθαι παίων οὐκ ἐβούλετο, νομίζων τὸ μὲν πληγῇ νικῆσαι καὶ τοῦ φαυλοτάτου ἔσθ’ ὅτε εἶναι τὸν βέλτιστον, εἰ τύχοι· τὴν δὲ ἀληθεστάτην νίκην, ὅταν ἄτρωτον ἀναγκάσῃ τὸν ἀντίπαλον ἀπειπεῖν. οὐ γὰρ τοῦ τραύματος, ἀλλ’ ἑαυτοῦ ἡττῆσθαι. καὶ τὸ ὅλῳ τινὰ τῷ σώματι ἀπειπεῖν, ἀλλὰ μὴ τῷ πληγέντι μέρει, λαμπρόν. τὸν δὲ ἐπειγόμενον ὡς οἷόν τε τάχιστα νικῆσαι καὶ παίοντα καὶ συμπλεκόμενον αὐτὸν ἡττῆσθαι τοῦ καύματος καὶ τοῦ χρόνου.
13
εἰ δέ τις οὐ ταύτῃ ὑπολαμβάνει, ἐννοείτω ὅτι σύες καὶ ἔλαφοι, μέχρι μὲν αὐτοῖς ἡ ἰσχὺς πάρεστιν, οὔτε ἀνθρώποις οὔτε κυσὶν ὁμόσε χωροῦσιν· ὅταν δὲ ἡττηθῇ καὶ κάμῃ, τηνικάδε συμπλέκεται, καὶ μᾶλλον ἐθέλει τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ἢ πονεῖν ἔτι διωκόμενα. ὁμοίως δὲ καὶ ἄνδρες ἐν πολέμῳ, καίτοι εἰδότες ὅτι μᾶλλον ἂν παίοιντο φεύγοντες ἢ μένοντες, διὰ τὸ μὴ βούλεσθαι πλείω χρόνον κάμνειν ἀπίασι παραδόντες αὑτοὺς τοῖς ὄπισθεν παίειν. οὕτω τό γε τραυμάτων καταφρονεῖν οὐκ ἀνδρείας ἐστίν, ἀλλὰ τοὐναντίον.
14
οἶμαι δὴ ἐν ταὐτῷ πάντα εἰρῆσθαι καὶ περὶ ἀνδρείας καὶ περὶ εὐψυχίας καὶ περὶ ἐγκρατείας καὶ περὶ σωφροσύνης. εἰ μὴ γὰρ ἐγκρατής τε καὶ σώφρων ἦν, οὐκ ἂν οἶμαι τοσοῦτο τῇ ῥώμῃ ὑπερέσχεν οὐδὲ εἰ φύσει ἰσχυρότατος ὑπῆρχεν. καὶ ἔγωγε οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν ὅτι καὶ τῶν παλαιῶν ἡρώων, οὓς ἅπαντες ὑμνοῦσιν, οὐδενὸς ἐλάττονα ἀρετὴν εἶχεν, οὔτε τῶν ἐν Τροίᾳ πολεμησάντων οὔτε τῶν ὕστερον ἐν τῇ Ἑλλάδι τοὺς βαρβάρους ἀμυναμένων.