18
περὶ δὲ Ἀδώνιδος ἢ Ἰασίωνος ἢ τῶν ὁμοίων, ὅσοι περιττῆς δόξης ἐπὶ τῷ εἴδει ἔτυχον, οὐδὲν ὅτι μὴ περὶ τοῦ κάλλους ἀκούομεν. μόνους δὲ ἂν εἴποι τις ἀνδρείους τῶν ἄγαν καλῶν Θησέα καὶ Ἀχιλλέα, καὶ τούτοις οὐ πάνυ ἡ σωφροσύνη ὑπῆρξεν. οὐ γὰρ ἂν αὐτῶν ὁ μὲν Ἑλένην πρὸς βίαν ἥρπασεν, ὁ δ᾽ ἐστασίαζεν ἐπὶ Τροίας ὧν ἕνεκεν ἐστασίαζεν. Ἱππολύτῳ δὲ σωφροσύνη μὲν ὑπῆρξεν, ἀνδρεία δὲ ἄδηλον εἰ παρῆν· οὐ γὰρ ἀληθὲς τεκμήριον κυνηγεσία.
19
ἀλλ’ ὃς δὴ πάντα τὰ ἐν ἀνθρώποις ἀγαθὰ ἐκτήσατο, ἄξιος ἂν εἴη καὶ τῆς τελευτῆς εὐδαιμονίζεσθαι. εἰ μὲν γὰρ ὁ πλεῖστος ἀνθρώποις χρόνος ἄριστος ἦν, ταύτῃ ἄν τις αὐτὸν ὠλοφύρατο· νῦν δέ, ὀλίγου τοῦ παντὸς ἀνθρώποις βίου δεδομένου, πλείστους ἂν εὕροι τις, οἷς πολὺ ἄμεινον εἶχεν, εἰ θᾶττον ἐτελεύτησαν· τοσαῦται συμφοραὶ καταλαμβάνουσιν.
20
ἔτι δὲ τῶν παλαιῶν τοὺς ἐξοχωτάτους ἀκούομεν οὐδένα αὐτῶν ἐπὶ πολὺ ἐλθόντα τοῦ βίου, Πάτροκλόν τε καὶ Ἀντίλοχον, ἔτι δὲ Σαρπηδόνα καὶ Μέμνονα καὶ Ἀχιλλέα καὶ Ἱππόλυτον· τούς τε Βοιωτοὺς Ὦτον καὶ Ἐφιάλτην, οὓς μεγίστους καὶ καλλίστους γενέσθαι φησὶν Ὅμηρος μετὰ Ὠρίωνα, αὐτόν τε ἐκεῖνον. ἀλλ’ οἵδε μὲν δι’ ἀφροσύνην ἀπώλοντο· τοὺς δὲ ἄλλους, οὓς εἷπον, θεῶν παῖδας καὶ ἀπογόνους εἶπον. οὐκ ἂν οὖν οἱ θεοὶ τοῖς ἑαυτῶν παισὶ καὶ οὓς μάλιστα ἐφίλουν ταχεῖαν ἐποίησαν τὴν τελευτήν, εἰ μὴ ἀγαθὸν τοῖς ἀνθρώποις τοῦτο ἐτίθεντο.
21
ταῦτα οὖν, ὦ ἄνδρες, λογιζομένους ὑμᾶς ἐκεῖνόν τε ὡς μακάριον νομίζειν χρὴ καὶ αὐτοὺς μηδὲν ἧττον διὰ τοῦτο ἐφίεσθαι τῶν πόνων καὶ τῆς φιλοτιμίας ὡς, εἴ τινι συμπέσοι τελευτῆσαι ταχύτερον, ἀνόνητος ἐσόμενος τῶν ἀγαθῶν τινος· ὁ γὰρ εὐκλεοῦς δόξης τυχὼν μεστὸς ἄπεισι τῶν ἀγαθῶν· ἀλλὰ καὶ γυμνάζεσθε προθύμως καὶ πονεῖτε, οἱ μὲν νεώτεροι νομίζοντες αὑτοῖς ἀπολελεῖφθαι τὴν ἐκείνου χώραν, οἱ δὲ πρεσβύτεροι τῶν ἰδίων ἔργων ἀξίως. καὶ φρονεῖτε δὲ ἐπ’ αὐτοῖς ὅσον χρὴ ἄνδρας πρὸς ἔπαινον καὶ δόξαν ἀγαθὴν βιοῦντας καὶ τῆς ἀρετῆς ὄντας ἀσκητάς.