5
Ἦ γάρ, ἔφην, τέθνηκεν ὁ Μελαγκόμας; ἐπεὶ τό γε ὄνομα καὶ ἡμεῖς ᾔδειμεν, αὐτὸν οὐδεπώποτε ἰδόντες. Οὐ πρὸ πολλοῦ γε, εἶπεν, ἀλλὰ τρίτη που ἡμέρα ἐστὶν ἀπὸ τῆς ταφῆς. Τίνι δέ, εἶπον, τούτου διέφερε, καὶ τῶν ἄλλων δέ, πότερον μεγέθει ἢ εὐψυχίᾳ; Ἐκεῖνος, ἔφη, ὦ βέλτιστε, πάντων ἀνθρώπων, οὐχὶ τῶν ἀγωνιστῶν μόνον εὐψυχότατος καὶ μέγιστος ἔφυ, ἔτι δὲ κάλλιστος. καὶ εἴ γε ἰδιώτης ἔμεινε καὶ μηδὲν ὅλως ἔπραξε, δι’ αὐτό που τὸ κάλλος περιβόητος ἂν ἦν· ἐπεὶ καὶ νῦν ἐπέστρεφεν ἅπαντας, ὁπότε ἀπίοι που, καὶ τοὺς οὐκ εἰδότας ὅστις ἐστίν.
6
καίτοι οὔτε ἐσθῆτι ἐκόσμει ἑαυτὸν οὔτε ἄλλῳ τῳ γιγνώσκεσθαι μᾶλλον ἐπετήδευεν ἢ λανθάνειν· ἀποδυσαμένου δ’ οὐκ ἔστιν ὅστις ἄλλον ἐθεᾶτο, πολλῶν μὲν παίδων, πολλῶν δὲ ἀνδρῶν γυμναζομένων. εἰωθότος δὲ τοῦ κάλλους εἰς τρυφὴν ἄγειν καὶ τοὺς μετρίως αὐτοῦ μετειληφότας, τοιοῦτος ὢν τὸ εἶδος ἔτι σωφρονέστερος ἦν· καὶ καταφρονῶν δὲ τοῦ κάλλους οὐδὲν ἧττον ἐφύλαττεν αὐτὸ ἐν οὕτω χαλεπῷ ἐπιτηδεύματι.
7
πυγμὴν γοῦν ἀγωνιζόμενος οὕτως ὑγιὴς ἦν ὥσπερ τῶν δρομέων τις, οὕτω δὲ σφόδρα γεγύμναστο καὶ τοσοῦτο περιῆν τοῖς πόνοις ὥστε δυνατὸς ἦν καὶ δύο ἡμέρας ἑξῆς μένειν ἀνατετακὼς τὰς χεῖρας, καὶ οὐκ ἂν εἶδεν οὐδεὶς ὑφέντα αὐτὸν ἢ ἀναπαυσάμενον, ὥσπερ εἰώθασιν. πρότερον δὲ ἠνάγκαζε τοὺς ἀνταγωνιστὰς ἀπειπεῖν, οὐ μόνον πρὶν αὐτὸς πληγῆναι, ἀλλὰ καὶ πρὶν πλῆξαι ἐκείνους· οὐ γὰρ τὸ παίειν καὶ τιτρώσκεσθαι ἀνδρείαν ἐνόμιζεν, ἀλλὰ τοῦτο μὲν εἶναι μὴ δυναμένων πονεῖν καὶ ἀπηλλάχθαι βουλομένων·
8
τὸ δὲ ἀνέχεσθαι τοῦ χρόνου καὶ μήτε τοῦ βάρους τῶν χειρῶν ἡττᾶσθαι μήτε τοῦ πνεύματος ἐνδεᾶ γίγνεσθαι μήτε τῷ καύματι ἄχθεσθαι, τοῦτο δὲ εἶναι γενναῖον. Ὀρθῶς μέντοι, ἔφην, ὑπολαμβάνων. καὶ γὰρ ἐν τῷ πολέμῳ οἱ φαυλότατοι τὰ ὅπλα ῥίπτουσιν, εὖ εἰδότες ὅτι γυμνοὶ μᾶλλον ἂν τιτρώσκοιντο· οὕτω μᾶλλον ἡττῶνται τοῦ κόπου ἢ τῶν τραυμάτων.