14
τὴν μὲν γὰρ ἐπιθυμίας τε καὶ λύπας καὶ ὀργὰς καὶ φόβους καὶ φροντίδας καὶ μυρία πάθη τοιαῦτα ἔχειν ἐν ἑαυτῇ, καὶ δι’ ἡμέρας καὶ νυκτὸς ὑπὸ τούτων ἀεὶ κατατείνεσθαι καὶ στρεβλοῦσθαι ʽκαὶ γὰρ ὅστις ἐπιεικέστερον διάκειται, καθόλου μὲν ἀπήλλακται τούτων οὐδενός, ὥσπερ δὲ θηρία ἔνδον κατακεκλεισμένα ἔχει, μετὰ βίας ὁμοῦ καὶ πειθοῦς τινος ἠναγκασμένα ἠρεμεῖν· εἰ δὲ καὶ σμικρὸν παύσαιτο
15
κατεπᾴδων καὶ προσέχων, αὐτίκα δὴ μάλα κινούμενἀ· τὸ δὲ σῶμα ἰλίγγους τε καὶ σπασμοὺς καὶ ἐπιληψίας καὶ τἄλλα νοσήματα, ὅσα δὲ οὐδὲ τῷ λόγῳ δυνατὸν διελθεῖν, ὡς ἂν αἵματος καὶ πνεύματος μεστόν, ἔτι δὲ ἐκ σαρκῶν τε καὶ νεύρων καὶ ὀστέων συγκείμενον, ἐκ μαλακῶν τε καὶ σκληρῶν καὶ ὑγρῶν καὶ ξηρῶν, ἐκ τῶν ἐναντιωτάτων. τά τε σιτία, ὅπερ εἶπον, μοχθηρὰ ὄντα καὶ τὸν ἀέρα ἀνώμαλον προσπίπτοντα τὰς μὲν ἐπιτείνειν τῶν νόσων, τὰς δὲ ἀνακινεῖν, οὐ δοκούσας μὲν εἶναι πρότερον, ἐνούσας δὲ ἐν τῇ φύσει
16
τῶν σωμάτων. καὶ ταῦτα μὲν ἔνδον ἐγκεῖσθαι τὰ κακὰ ἐν ἡμῖν αὐτοῖς, ἐλαφροτέρας δὲ τὰς ἔξωθεν κολάσεις, εἴ τις αὐτὰς παραβάλλοι ταῖς ἐκ τῆς φύσεως. ἡ γὰρ πυρός τε καὶ σιδήρου φύσις καὶ πληγῶν δὲ καὶ τῶν ἄλλων ὀξεῖα καὶ ταχὺ ἀπαλλάττει τῆς αἰσθήσεως, εἴ τις καὶ σμικρὸν ὑπερβάλοι· ἐν δὲ ταῖς νόσοις ἐνίοτε παρατείνουσι καὶ πάνυ πολὺν χρόνον.
17
τοιαῖσδε μὲν δὴ καὶ τοσαῖσδε βασάνοις ξυνεχομένους τοὺς ἀνθρώπους ἐν τῇδε τῇ φρουρᾷ καὶ τῷδε τῷ δεσμωτηρίῳ μένειν τὸν τεταγμένον ἕκαστον χρόνον, καὶ μὴ πρὶν ἀπιέναι τοὺς πολλοὺς πρὶν ἂν ἐξ αὑτοῦ ποιησάμενος ἄλλον ἀνθ’ ἑαυτοῦ καταλίπῃ διάδοχον τῆς κολάσεως, οἱ μὲν ἕνα, οἱ δὲ καὶ πλείους. μένειν δὲ οὐχ ἑκόντας, ἀλλὰ μιᾷ πάντας ἁλύσει δεδέσθαι τά τε σώματα καὶ τὰς ψυχάς, καθάπερ καὶ ἐφ’ ἡμῶν ἰδεῖν ἔστιν ἐν ἁλύσει μιᾷ δεδεμένους πολλοὺς ἐφεξῆς, τοὺς μὲν αὐτῶν σμικρούς, τοὺς δὲ μεγάλους, καὶ τοὺς μὲν αἰσχρούς, τοὺς δ᾽ εὐπρεπεῖς, οὐδὲν δὲ ἧττον ἅπαντας ἐπ’ ἴσης ἐν τῇ αὐτῇ ἀνάγκῃ ἔχεσθαι.